Car Repair Manuals

Psalms of Solomon

Ψαλμοὶ Σαλωμῶνος

Psalm 12

τῷ Σαλωμὼν ἐν γλώσσῃ παρανόμων

1  κύριε ῥῦσαι τὴν ψυχήν μου ἀπὸ ἀνδρὸς παρανόμου καὶ πονηροῦ ἀπὸ γλώσσης παρανόμου καὶ ψιθύρου καὶ λαλούσης ψευδῆ καὶ δόλια

2  ἐν ποικιλίᾳ στροφῆς οἱ λόγοι τῆς γλώσσης ἀνδρὸς πονηροῦ ὥσπερ ἐν λαῷ πῦρ ἀνάπτον καλλονὴν αὐτοῦ

3  παροικία αὐτοῦ ἐμπρῆσαι οἴκους ἐν γλώσσῃ ψεύδει ἐκκόψαι δένδρα εὐφροσύνης φλογιζούσης παρανόμους συγχέαι οἴκους ἐν πολέμῳ χείλεσιν ψιθύροις

4  μακρύναι θεὸς ἀπὸ ἀκάκων χείλη παρανόμων ἐν ἀπορίᾳ καὶ σκορπισθείησαν ὀστᾶ ψιθύρων ἀπὸ φοβουμένων κύριον ἐν πυρὶ φλογὸς γλῶσσα ψίθυρος ἀπόλοιτο ἀπὸ ὁσίων

5  φυλάξαι κύριος ψυχὴν ἡσύχιον μισοῦσαν ἀδίκους καὶ κατευθύναι κύριος ἄνδρα ποιοῦντα εἰρήνην ἐν οἴκῳ

6  τοῦ κυρίου σωτηρία ἐπὶ Ἰσραὴλ παῖδα αὐτοῦ εἰς τὸν αἰῶνα καὶ ἀπόλοιντο οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου κυρίου ἅπαξ καὶ ὅσιοι κυρίου κληρονομήσαισαν ἐπαγγελίας κυρίου




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era