Car Repair Manuals

Ignatius
Epistle to the Romans

ρωμαιοις ιγνατιος

Chapter 4

1  Ἐγὼ γράφω πάσαις ταῖς ἐκκλησίαις , καὶ ἐντέλλομαι πᾶσιν , ὅτι ἐγὼ ἑκὼν ὑπὲρ θεοῦ ἀποθνήσκω , ἐάνπερ ὑμεῖς μὴ κωλύσητε . παρακαλῶ ὑμᾶς , μὴ εὔνοια ἄκαιρος γένησθέ μοι . ἄφετέ με θηρίων εἶναι βοράν , δι᾿ ὧν ἔνεστιν θεοῦ ἐπιτυχεῖν . σῖτός εἰμι θεοῦ καὶ δι᾿ ὀδόντων θηρίων ἀλήθομαι , ἵνα καθαρὸς ἄρτος εὑρεθῶ τοῦ χριστοῦ . 2  μᾶλλον κολακεύσατε τὰ θηρία , ἵνα μοι τάφος γένωνται καὶ μηδεν καταλίπωσι τῶν τοῦ σώματός μου , ἵνα μὴ κοιμηθεὶς βαρύς τινι γένωμαι . τότε ἔσομαι μαθητὴς ἀληθῶς Ἰησοῦ χριστοῦ , ὅτε οὐδὲ τὸ σῶμά μου κόσμος ὄψεται . λιτανεύσατε τὸν Χριστὸν ὑπὲρ ἐμοῦ , ἵνα διὰ τῶν ὀργάνων τούτων θυσία εὑρεθῶ . 3  οὐχ ὡς Πέτρος καὶ Παῦλος διατάσσομαι ὑμῖν . ἐκεῖνοι ἀπόστολοι , ἐγὼ κατάκριτος · ἐκεῖνοι ἐλεύθεροι , ἐγώ δὲ μέχρι νῦν δοῦλος . ἀλλ᾿ ἐὰν πάθω , ἀπελεύθερος γενήσομαι Ἰησοῦ χριστοῦ καὶ ἀναστήσομαι ἐν αὐτῷ ἐλεύθερος . νῦν μανθάνω δεδεμένος ἐταπεινοφρονεῖτε ἐπιθυμεῖν .




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era