1 Οὐ γὰρ θέλω ὑμᾶς ἀνθρωπαρεσκῆσαι , ἀλλὰ θεῷ ἀρέσαι , ὥσπερ καὶ ἀρέσκετε . οὔτε γὰρ ἐγώ ποτε ἕξω καιρὸν τοιοῦτον θεοῦ ἐπιτυχεῖν , οὔτε ὑμεῖς , ἐὰν σιωπήσητε , κρείττονι ἔργῳ ἔχετε ἐπιγραφῆναι . ἐὰν γὰρ σιωπήσητε ἀπ᾿ ἐμοῦ , ἐγὼ λόγος θεοῦ · ἐὰν δὲ ἐρασθῆτε τῆς σαρκός μου , πάλιν ἔσομαι φωνή . 2 πλέον μοι μὴ παράσχησθε τοῦ σπονδισθῆναι θεῷ , ὡς ἔτι θυσιαστήριον ἕτοιμόν ἐστιν , ἵνα ἐν ἀγάπῃ χορὸς γενόμενοι ᾄσητε τῷ πατρὶ ἐν Χριστῷ Ἰησοῦ , ὅτι τὸν ἐπίσκοπον Συρίας ὁ θεὸς κατηξίωσεν εὑρεθῆναι εἰς δύσιν ἀπὸ ἀνατολῆς μεταπεμψάμενος . καλὸν τὸ δῦναι ἀπὸ κόσμου πρὸς θεόν , ἵνα εἰς αὐτὸν ἀνατείλω .