Car Repair Manuals

Ignatius
Epistle to the Romans

ρωμαιοις ιγνατιος

Chapter 10

1  Γράφω δὲ ὑμῖν ταῦτα ἀπὸ Σμύρνης δι᾿ Ἐφεσίων τῶν ἀξιομακαρίστων . ἔστιν δὲ καὶ ἅμα ἐμοὶ σὺν ἄλλοις πολλοῖς καὶ Κρόκος , τὸ ποθητόν μοι ὄνομα . 2  περὶ τῶν προελθόντων με ἀπὸ Συρίας εἰς Ῥώμην εἰς δόξαν τοῦ θεοῦ πιστεύω ὑμᾶς ἐπεγνωκέναι , οἷς καὶ δηλώσατε ἐγγύς με ὄντα . πάντες γάρ εἰσιν ἄξιοι τοῦ θεοῦ καὶ ὑμῶν · οὓς πρέπον ὑμῖν ἐστὶν κατὰ πάντα ἀναπαῦσαι . 3  ἔγραψα δὲ ὑμῖν ταῦτα τῇ πρὸ ἐννέα καλανδῶν Σεπτεμβρίων .1 ἔρρωσθε εἰς τέλος ἐν ὑπομονῇ Ἰησοῦ χριστοῦ .




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era