Car Repair Manuals

Psalms

Ψαλμοί

Psalm 41 (42)

Εἰς τὸ τέλος, εἰς σύνεσιν τοῖς υἱοῖς Κορέ.

1 Ὃν τρόπον ἐπιποθεῖ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, οὕτως ἐπιποθεῖ ψυχή μου πρὸς σέ θεός. 2 ἐδίψησεν ψυχή μου πρὸς τὸν θεὸν τὸν ζῶντα· πότε ἥξω καὶ ὀφθήσομαι τῷ προσώπῳ τοῦ θεοῦ; 3 ἐγενήθη μοι τὰ δάκρυά μου ἄρτος ἡμέρας καὶ νυκτὸς, ἐν τῷ λέγεσθαί μοι καθ᾿ ἑκάστην ἡμέραν, ποῦ ἐστιν θεός σου; 4 ταῦτα ἐμνήσθην, καὶ ἐξέχεα ἐπ᾿ ἐμὲ τὴν ψυχήν μου, ὅτι διελεύσομαι ἐν τόπῳ σκηνῆς θαυμαστῆς ἕως τοῦ οἴκου τοῦ θεοῦ· ἐν φωνῇ ἀγαλλιάσεως καὶ ἐξομολογήσεως ἤχου ἑορτάζοντος1

5 Ἵνα τί περίλυπος εἶ ψυχή,2 καὶ ἵνα τί συνταράσσεις με; ἔλπισον ἐπὶ τὸν θεόν, ὅτι ἐξομολογήσομαι αὐτῷ, σωτήριον τοῦ προσώπου μου.

6  θεός μου· πρὸς ἐμαυτὸν ψυχή μου ἐταράχθη, διὰ τοῦτο μνησθήσομαί σου ἐκ γῆς Ἰορδάνου, καὶ Ἐρμωνιὶμ3 ἀπὸ ὄρους μικροῦ. 7 ἄβυσσος ἄβυσσον ἐπικαλεῖται εἰς φωνὴν τῶν καταρρακτῶν σου· πάντες οἱ μετεωρισμοί σου, καὶ τὰ κύματά σου ἐπ᾿ ἐμὲ διῆλθον. 8 ἡμέρας ἐντελεῖται κύριος τὸ ἔλεος αὐτοῦ, καὶ νυκτὸς ᾠδὴ·4 παρ᾿ ἐμοί προσευχὴ τῷ θεῷ τῆς ζωῆς μου, 9 ἐρῶ τῷ θεῷ, ἀντιλήμπτωρ μου εἶ, διὰ τί μου ἐπελάθου; ἵνα τί σκυθρωπάζων πορεύομαι ἐν τῷ ἐκθλίβειν τὸν ἐχθρόν μου; 10 ἐν τῷ καταθλάσαι τὰ ὀστᾶ μου, ὠνείδισάν με οἱ θλίβοντές με· ἐν τῷ λέγειν αὐτούς μοι καθ᾿ ἑκάστην ἡμέραν, ποῦ ἐστιν θεός σου;5

11 Ἵνα τί περίλυπος εἶ ψυχή,6 καὶ ἵνα τί συνταράσσεις με; ἔλπισον ἐπὶ τὸν θεόν, ὅτι ἐξομολογήσομαι αὐτῷ, σωτηρία τοῦ προσώπου μου,7 θεός μου.




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era