Ignatius
Epistle to the Smyrnaeans

σμυρναιοις ιγνατιος

Ἰγνάτιος , καὶ Θεοφόρος , ἐκκλησίᾳ θεοῦ πατρὸς καὶ τοῦ ἠγαπημένου Ἰησοῦ χριστοῦ , ἠλεημένῃ ἐν παντὶ χαρίσματι , πεπληρωμένῃ ἐν πίστει καὶ ἀγάπῃ , ἀνυστερήτῳ οὔσῃ παντὸς χαρίσματος , θεοπρεπεστάτῃ καὶ ἁγιοφόρῳ , τῇ οὔσῃ ἐν Σμύρνῃ τῆς Ἀσίας , ἐν ἀμώμῳ πνεύματι καὶ λόγῳ θεοῦ πλεῖστα χαίρειν .

Chapter 1

1  Δοξάζω Ἰησοῦν Χριστὸν τὸν θεὸν τὸν οὕτως ὑμᾶς σοφίσαντα · ἐνόησα γὰρ ὑμᾶς κατηρτισμένους ἐν ἀκινήτῳ πίστει , ὥσπερ καθηλωμένους ἐν τῷ σταυρῷ τοῦ κυρίου Ἰησοῦ χριστοῦ σαρκί τε καὶ πνεύματι καὶ ἡδρασμένους ἐν ἀγάπῃ ἐν τῷ αἵματι χριστοῦ , πεπληροφορημένους εἰς τὸν κύριον ἡμῶν , ἀληθῶς ὄντα ἐκ γένους Δαυεὶδ κατὰ σάρκα , υἱὸν θεοῦ κατὰ θέλημα καὶ δύναμιν θεοῦ , γεγεννημένον ἀληθῶς ἐκ παρθένου , βεβαπτισμένον ὑπὸ Ἰωάννου , ἵνα πληρωθῇ πᾶσα δικαιοσύνη ὑπ᾿ αὐτοῦ · 2  ἀληθῶς ἐπὶ Ποντίου Πιλάτου καὶ Ἡρώδου τετράρχου καθηλωμένον ὑπέρ ἡμῶν ἐν σαρκί , Ἀφ᾿ οὗ καρποῦ ἡμεῖς ἀπό τοῦ θεομακαρίστου αὐτοῦ πάθους , ἵνα ἄρῃ σύσσημον εἰς τοὺς αἰῶνας διὰ τῆς ἀναστάσεως εἰς τοὺς ἁγίους καὶ πιστοὺς αὐτοῦ , εἴτε ἐν Ἰουδαίοις εἴτε ἐν ἔθνεσιν , ἐν ἑνὶ σώματι τῆς ἐκκλησίας αὐτοῦ .




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era