Car Repair Manuals

Ezra

Ἔσδρας

Chapter 2

1  καὶ οὗτοι οἱ υἱοὶ τῆς χώρας οἱ ἀναβαίνοντες ἀπὸ τῆς αἰχμαλωσίας τῆς ἀποικίας ἧς ἀπῴκισεν Ναβουχοδονοσὸρ βασιλεὺς βαβυλῶνος εἰς Βαβυλῶνα καὶ ἐπέστρεψαν εἰς Ἱερουσαλὴμ καὶ Ἰοῦδα ἀνὴρ εἰς πόλιν αὐτοῦ

2  οἳ ἦλθον μετὰ Ζοροβάβελ Ἰησοῦς Νεεμίας Σαραιὰς Ῥεελιας Μαρδοχαιὸς Βαλασαν Μασφὰρ Βαγουι Ῥεουμ Βαανὰ ἀνδρῶν ἀριθμὸς λαοῦ Ἰσραὴλ

3  υἱοὶ Φορὸς δισχίλιοι ἑκατὸν ἑβδομήκοντα δύο

4  υἱοὶ Σαφατία τριακόσιοι ἑβδομήκοντα δύο

5  υἱοὶ Ἠρὰ ἑπτακόσιοι ἑβδομήκοντα πέντε

6  υἱοὶ Φααθμωὰβ τοῖς υἱοῖς Ἰησουὲ Ἰωὰβ δισχίλιοι ὀκτακόσιοι δέκα δύο

7  υἱοὶ Αἰλὰμ χίλιοι διακόσιοι πεντήκοντα τέσσαρες

8  υἱοὶ Ζαθουὰ ἐννακόσιοι τεσσαράκοντα πέντε

9  υἱοὶ Ζακχοὺ ἑπτακόσιοι ἑξήκοντα

10  υἱοὶ Βανουὶ ἑξακόσιοι τεσσαράκοντα δύο

11  υἱοὶ Βαβι ἑξακόσιοι εἴκοσι τρεῖς

12  υἱοὶ Ἀσγὰδ τρισχίλιοι διακόσιοι εἴκοσι δύο

13  υἱοὶ Ἀδωνικαμ ἑξακόσιοι ἑξήκοντα ἕξ

14  υἱοὶ Βαγοὶ δισχίλιοι πεντήκοντα ἕξ

15  υἱοὶ Ἀδιν τετρακόσιοι πεντήκοντα τέσσαρες

16  υἱοὶ Ἀτὴρ τῷ Ἐζεκία ἐνενήκοντα ὀκτώ

17  υἱοὶ Βασου τριακόσιοι εἴκοσι τρεῖς

18  υἱοὶ Ἰωρα ἑκατὸν δέκα δύο

19  υἱοὶ Ἀσὲμ διακόσιοι εἴκοσι τρεῖς

20  υἱοὶ Γαβὲρ ἐνενήκοντα πέντε

21  υἱοὶ Βαιθλεὲμ ἑκατὸν εἴκοσι τρεῖς

22  υἱοὶ Νετωφὰ πεντήκοντα ἕξ

23  υἱοὶ Ἀναθὼθ ἑκατὸν εἴκοσι ὀκτώ

24  υἱοὶ Ἀσμὼθ τεσσαράκοντα δύο

25  υἱοὶ Καριαθιαρὶμ Καφιρὰ καὶ Βηρὼθ ἑπτακόσιοι τεσσαράκοντα τρεῖς

26  υἱοὶ Ἀραμὰ καὶ Γαβαὰ ἑξακόσιοι εἴκοσι εἷς

27  ἄνδρες Μαχμὰς ἑκατὸν εἴκοσι δύο

28  ἄνδρες Βαιθὴλ καὶ Ἀιὰ τετρακόσιοι εἴκοσι τρεῖς

29  υἱοὶ Ναβου πεντήκοντα δύο

30  υἱοὶ Μαγεβως ἑκατὸν πεντήκοντα ἕξ

31  υἱοὶ Ἐλαμ-αρ χίλιοι διακόσιοι πεντήκοντα τέσσαρες

32  υἱοὶ Ἠρὰμ τριακόσιοι εἴκοσι

33  υἱοὶ Λὸδ Ἀρωθ καὶ Ὠνὼ ἑπτακόσιοι εἴκοσι πέντε

34  υἱοὶ Ἰεριχὼ τριακόσιοι τεσσαράκοντα πέντε

35  υἱοὶ Σαναὰ τρισχίλιοι ἑξακόσιοι τριάκοντα

36  καὶ οἱ ἱερεῖς υἱοὶ Ἰεδουα τῷ οἴκῳ Ἰησοῦ ἐννακόσιοι ἑβδομήκοντα τρεῖς

37  υἱοὶ Ἐμμὴρ χίλιοι πεντήκοντα δύο

38  υἱοὶ Φασσοὺρ χίλιοι διακόσιοι τεσσαράκοντα ἑπτά

39  υἱοὶ Ἐρεμ χίλιοι ἑπτά

40  καὶ οἱ Λευῖται υἱοὶ Ἰησοῦ καὶ Καδμιὴλ τοῖς υἱοῖς Ὠδουία ἑβδομήκοντα τέσσαρες

41  οἱ ᾄδοντες υἱοὶ Ἀσὰφ ἑκατὸν εἴκοσι ὀκτώ

42  υἱοὶ τῶν πυλωρῶν υἱοὶ Σαλοὺμ υἱοὶ Ἀτὴρ υἱοὶ Τελμὼν υἱοὶ Ἀκοὺβ υἱοὶ Ἀτιτὰ υἱοὶ Σαβαου οἱ πάντες ἑκατὸν τριάκοντα ἐννέα

43  οἱ Ναθιναῖοι υἱοὶ Σουιὰ υἱοὶ Ἀσουφε υἱοὶ Ταβαὼθ

44  υἱοὶ Κηραος υἱοὶ Σωηα υἱοὶ Φαδὼν

45  υἱοὶ Λαβανω υἱοὶ Ἀγαβὰ υἱοὶ Ἀκαβωθ

46  υἱοὶ Ἀγαβ υἱοὶ Σαμαλαι υἱοὶ Ἀνὰν

47  υἱοὶ Κεδελ υἱοὶ Γαερ υἱοὶ Ῥεηα

48  υἱοὶ Ῥασὼν υἱοὶ Νεκωδὰ υἱοὶ Γαζεμ

49  υἱοὶ Οὐσα υἱοὶ Φαση υἱοὶ Βασι

50  υἱοὶ Ἀσενα υἱοὶ Μαωνιμ υἱοὶ Ναφισων

51  υἱοὶ Βακβοὺκ υἱοὶ Ἀκιφα υἱοὶ Ἀροὺρ

52  υἱοὶ Βασαλὼθ υἱοὶ Μαουδα υἱοὶ Ἀρησὰ

53  υἱοὶ Βαρκοὺς υἱοὶ Σισάρα υἱοὶ Θεμα

54  υἱοὶ Νασουε υἱοὶ Ἀτουφα

55  υἱοὶ Ἀβδησελμα υἱοὶ Σατι υἱοὶ Ἀσεφηραθ υἱοὶ Φαδουρα

56  υἱοὶ Ἰεηλα υἱοὶ Δαρκων υἱοὶ Γεδηλ

57  υἱοὶ Σαφατία υἱοὶ Ἀτιλ υἱοὶ Φαχεραθ-ασεβωιν υἱοὶ Ἐμι

58  πάντες οἱ ναθινιν καὶ υἱοὶ Ἀβδησελμα τριακόσιοι ἐνενήκοντα δύο

59  καὶ οὗτοι οἱ ἀναβάντες ἀπὸ Θελμελὲθ Θελαρησα Χαροὺβ Ἐδαν Ἐμμὴρ καὶ οὐκ ἠδυνάσθησαν τοῦ ἀναγγεῖλαι οἶκον πατριᾶς αὐτῶν καὶ σπέρμα αὐτῶν εἰ ἐξ Ἰσραὴλ εἰσίν

60  υἱοὶ Δαλαία υἱοὶ Βουα υἱοὶ Τωβία υἱοὶ Νεκωδὰ ἑξακόσιοι πεντήκοντα δύο

61  καὶ ἀπὸ τῶν υἱῶν τῶν ἱερέων υἱοὶ Χαβια υἱοὶ Ἀκους υἱοὶ Βερζελλαι ὃς ἔλαβεν ἀπὸ θυγατέρων Βερζελλαι τοῦ Γαλααδίτου γυναῖκα καὶ ἐκλήθη ἐπὶ τῷ ὀνόματι αὐτῶν

62 οὗτοι ἐζήτησαν γραφὴν αὐτῶν οἱ μεθωεσιμ καὶ οὐχ εὑρέθησαν καὶ ἠγχιστεύθησαν ἀπὸ τῆς ἱερατείας

63  καὶ εἶπεν Ἀθερσαθὰ αὐτοῖς τοῦ μὴ φαγεῖν ἀπὸ τοῦ ἁγίου τῶν ἁγίων ἕως ἀναστῇ ἱερεὺς τοῖς φωτίζουσιν καὶ τοῖς τελείοις

64  πᾶσα δὲ ἐκκλησία ὡς εἷς τέσσαρες μυριάδες δισχίλιοι τριακόσιοι ἑξήκοντα

65  χωρὶς δούλων αὐτῶν καὶ παιδισκῶν αὐτῶν οὗτοι ἑπτακισχίλιοι τριακόσιοι τριάκοντα ἑπτά καὶ οὗτοι ᾄδοντες καὶ ᾄδουσαι διακόσιοι

66  ἵπποι αὐτῶν ἑπτακόσιοι τριάκοντα ἕξ ἡμίονοι αὐτῶν διακόσιοι τεσσαράκοντα πέντε

67  κάμηλοι αὐτῶν τετρακόσιοι τριάκοντα πέντε ὄνοι αὐτῶν ἑξακισχίλιοι ἑπτακόσιοι εἴκοσι

68  καὶ ἀπὸ ἀρχόντων πατριῶν ἐν τῷ ἐλθεῖν αὐτοὺς εἰς οἶκον κυρίου τὸν ἐν Ἱερουσαλὴμ ἡκουσιάσαντο εἰς οἶκον τοῦ θεοῦ τοῦ στῆσαι αὐτὸν ἐπὶ τὴν ἑτοιμασίαν αὐτοῦ

69  ὡς δύναμις αὐτῶν ἔδωκαν εἰς θησαυρὸν τοῦ ἔργου χρυσίον καθαρόν μναῖ ἓξ μυριάδες καὶ χίλιαι καὶ ἀργύριον μναῖ πεντακισχίλιαι καὶ κοθωνοι τῶν ἱερέων ἑκατόν

70  καὶ ἐκάθισαν οἱ ἱερεῖς καὶ οἱ Λευῖται καὶ οἱ ἀπὸ τοῦ λαοῦ καὶ οἱ ᾄδοντες καὶ οἱ πυλωροὶ καὶ οἱ Ναθινὶμ ἐν πόλεσιν αὐτῶν καὶ πᾶς Ἰσραὴλ ἐν πόλεσιν αὐτῶν




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era