Car Repair Manuals

Ignatius
Epistle to the Ephesians

προς εφεσιους ιγνατιος

Chapter 19

1  Καὶ ἔλαθεν τὸν ἄρχοντα τοῦ αἰῶνος τούτου παρθενία Μαρίας καὶ τοκετὸς αὐτῆς , ὁμοίως καὶ θάνατος τοῦ κυρίου · τρία μυστήρια κραυγῆς , ἅτινα ἐν ἡσυχίᾳ θεοῦ ἐπράχθη . 2  πῶς οὖν ἐφανερώθη τοῖς αἰῶσιν ; ἀστὴρ ἐν οὐρανῷ ἔλαμψεν ὑπὲρ πάντας τοὺς ἀστέρας , καὶ τὸ φῶς αὐτοῦ ἀνεκλάλητον ἦν καὶ ξενισμὸν παρεῖχεν καινότης αὐτοῦ , τὰ δὲ λοιπὰ πάντα ἄστρα ἅμα ἡλίῳ καὶ σελήνῃ χορὸς ἐγένετο τῷ ἀστέρι , αὐτὸς δὲ ἦν ὑπερβάλλων τὸ φῶς αὐτοῦ ὑπὲρ πάντα · ταραχή τε ἦν , πόθεν καινότης ἀνόμοιος αὐτοῖς . 3  ὅθεν ἐλύετο πᾶσα μαγεία καὶ πᾶς δεσμὸς ἠφανίζετο κακίας · ἄγνοια καθῃρεῖτο , παλαιὰ βασιλεία διεφθείρετο θεοῦ ἀνθρωπίνως φανερουμένου εἰς καινότητα ἀϊδίου ζωῆς · ἀρχὴν δὲ ἐλάμβανεν τὸ παρὰ θεῷ ἀπηρτισμένον . ἔνθεν τὰ πάντα συνεκινεῖτο διὰ τὸ μελετᾶσθαι θανάτου κατάλυσιν .




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era