Car Repair Manuals

Ignatius
Epistle to the Ephesians

προς εφεσιους ιγνατιος

Chapter 20

1  Ἐάν με καταξιώσῃ Ἰησοῦς Χριστὸς ἐν τῇ προσευχῇ ὑμῶν καὶ θέλημα , ἐν τῷ δευτέρῳ βιβλιδίῳ , μέλλω γράφειν ὑμῖν , προσδηλώσω ὑμῖν , ἧς ἠρξάμην οἰκονομίας εἰς τὸν καινὸν ἄνθρωπον Ἰησοῦν Χριστόν , ἐν τῇ αὐτοῦ πίστει καὶ ἐν τῇ αὐτοῦ ἀγάπῃ , ἐν πάθει αὐτοῦ καὶ ἀναστάσει · 2  μάλιστα ἐὰν κύριός μοι ἀποκαλύψῃ , ὅτι οἱ κατ᾿ ἄνδρα κοινῇ πάντες ἐν χάριτι ἐξ ὀνόματος συνέρχεσθε ἐν μιᾷ πίστει καὶ ἐν Ἰησοῦ Χριστῷ , τῷ κατὰ σάρκα ἐκ γένους Δαυείδ , τῷ υἱῷ ἀνθρώπου καὶ υἱῷ θεοῦ , εἰς τὸ ὑπακούειν ὑμᾶς τῷ ἐπισκόπῳ καὶ τῷ πρεσβυτερίῳ ἀπερισπάστῳ διανοίᾳ , ἕνα ἄρτον κλῶντες , ὅς ἐστιν φάρμακον ἀθανασίας , ἀντίδοτος τοῦ μὴ ἀποθανεῖν , ἀλλὰ ζῆν ἐν Ἰησοῦ Χριστῷ διὰ παντός .1




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era