Car Repair Manuals

Nehemiah

Νεεμίας

Chapter 3

1 καὶ ἀνέστη Ἐλισοὺβ ἱερεὺς μέγας καὶ οἱ ἀδελφοὶ αὐτοῦ οἱ ἱερεῖς καὶ ᾠκοδόμησαν τὴν πύλην τὴν προβατικήν· αὐτοὶ ἡγίασαν αὐτὴν καὶ ἔστησαν θύρας αὐτῆς καὶ ἕως πύργου τῶν ἑκατὸν ἡγίασαν ἕως πύργου Ἀνανεὴλ 2 καὶ ἐπὶ χεῖρας υἱῶν ἀνδρῶν Ἰεριχὼ καὶ ἐπὶ χεῖρας υἱῶν Ζακχοὺρ υἱοῦ Ἀμαρί.

3 καὶ τὴν πύλην τὴν ἰχθυηρὰν ᾠκοδόμησαν υἱοὶ Ἀσανά· αὐτοὶ ἐστέγασαν αὐτὴν καὶ ἔστησαν θύρας αὐτῆς καὶ κλεῖθρα αὐτῆς καὶ μοχλοὺς αὐτῆς. 4 καὶ ἐπὶ χεῖρα αὐτῶν κατέσχεν ἀπὸ Ῥαμὼθ υἱὸς Οὐρία υἱοῦ Ἀκώς. καὶ ἐπὶ χεῖρα αὐτῶν κατέσχεν Μοσολλὰμ υἱὸς Βαραχίου υἱοῦ Μασεζεβήλ. καὶ ἐπὶ χεῖρα αὐτῶν κατέσχεν Σαδὼκ υἱὸς Βαανά. 5 καὶ ἐπὶ χεῖρα αὐτῶν κατέσχοσαν οἱ Θεκωίν, καὶ ἀδωρηὲμ οὐκ εἰσήνεγκαν τράχηλον αὐτῶν εἰς δουλείαν αὐτῶν.

6 καὶ τὴν πύλην τοῦ Ἰσανὰ ἐκράτησαν Ἰοϊδὰ υἱὸς Φασὲκ καὶ Μεσουλὰμ υἱὸς Βασωδία· αὐτοὶ ἐστέγασαν αὐτὴν καὶ ἔστησαν θύρας αὐτῆς καὶ κλεῖθρα αὐτῆς καὶ μοχλοὺς αὐτῆς. 7,8 καὶ ἐπὶ χεῖρα αὐτῶν ἐκράτησεν Ἀνανίας υἱὸς τοῦ Ῥωκεΐμ, καὶ κατέλιπον Ἱερουσαλὴμ ἕως τοῦ τείχους τοῦ πλατέος. 9 καὶ ἐπὶ χεῖρα αὐτῶν ἐκράτησεν Ῥαφαία ἄρχων ἡμίσους περιχώρου Ἱερουσαλήμ. 10 καὶ ἐπὶ χεῖρα αὐτῶν ἐκράτησεν Ἰεδαΐα υἱὸς Ἐρωμὰφ καὶ κατέναντι οἰκίας αὐτοῦ καὶ ἐπὶ χεῖρα αὐτοῦ ἐκράτησεν Ἀτοὺς υἱὸς Ἀσβανία. 11 καὶ δεύτερος ἐκράτησεν Μελχίας υἱὸς Ἠρὰμ καὶ Ἀσοὺβ υἱὸς Φααθμωὰβ καὶ ἕως πύργου τῶν θαννουρίμ. 12 καὶ ἐπὶ χεῖρα αὐτοῦ ἐκράτησεν Σαλοὺμ υἱὸς Ἀλλωὴς ἄρχων ἡμίσους περιχώρου Ἱερουσαλὴμ αὐτὸς καὶ αἱ θυγατέρες αὐτοῦ.

13 τὴν πύλην τῆς φάραγγος ἐκράτησαν Ἀνοὺν καὶ οἱ κατοικοῦντες Ζανώ· αὐτοὶ ᾠκοδόμησαν αὐτὴν καὶ ἔστησαν θύρας αὐτῆς καὶ κλεῖθρα αὐτῆς καὶ μοχλοὺς αὐτῆς καὶ χιλίους πήχεις ἐν τῷ τείχει ἕως πύλης τῆς κοπρίας.

14 καὶ τὴν πύλην τῆς κοπρίας ἐκράτησεν Μελχία υἱὸς Ῥηχὰβ ἄρχων περιχώρου Βηθαχὰρμ, αὐτὸς καὶ οἱ υἱοὶ αὐτοῦ, καὶ ἐσκέπασαν αὐτὴν καὶ ἔστησαν θύρας αὐτῆς καὶ κλεῖθρα αὐτῆς καὶ μοχλοὺς αὐτῆς.

15 καὶ τὸ τεῖχος κολυμβήθρας τῶν κωδίων τῇ κουρᾷ τοῦ βασιλέως καὶ ἕως τῶν κλιμάκων τῶν καταβαινουσῶν ἀπὸ πόλεως Δαυίδ. 16 ὀπίσω αὐτοῦ ἐκράτησεν Νεεμίας υἱὸς Ἀζαβοὺχ ἄρχων ἡμίσους περιχώρου Βηθσοὺρ ἕως κήπου τάφου Δαυὶδ καὶ ἕως τῆς κολυμβήθρας τῆς γεγονυίας καὶ ἕως Βηθαγγαβαρίμ. 17 ὀπίσω αὐτοῦ ἐκράτησαν οἱ Λευῖται, Ῥαοὺμ υἱὸς Βανί. ἐπὶ χεῖρα αὐτοῦ ἐκράτησεν Ἀσαβία ἄρχων ἡμίσους περιχώρου Κειλὰ τῷ περιχώρῳ αὐτοῦ. 18 μετ᾿ αὐτὸν ἐκράτησαν ἀδελφοὶ αὐτῶν Βενὶ υἱὸς Ἠναδὰδ ἄρχων ἡμίσους περιχώρου Κειλά. 19 καὶ ἐκράτησεν ἐπὶ χεῖρα αὐτοῦ Ἀζοὺρ υἱὸς Ἰησοῦ ἄρχων τοῦ Μασφέ, μέτρον δεύτερον πύργου ἀναβάσεως τῆς συναπτούσης τῆς γωνίας. 20 μετ᾿ αὐτὸν ἐκράτησεν Βαροὺχ υἱὸς Ζαβοὺ μέτρον δεύτερον ἀπὸ τῆς γωνίας ἕως θύρας Βηθελισοὺβ τοῦ ἱερέως τοῦ μεγάλου. 21 μετ᾿ αὐτὸν ἐκράτησεν Μεραμὼθ υἱὸς Οὐρία υἱοῦ Ἀκὼς μέτρον δεύτερον ἀπὸ θύρας Βηθελισοὺβ ἕως ἐκλείψεως Βηθελισούβ. 22 καὶ μετ᾿ αὐτὸν ἐκράτησαν οἱ ἱερεῖς ἄνδρες Ἀχεχάρ. 23 καὶ μετ᾿ αὐτὸν ἐκράτησεν Βενιαμὶν καὶ Ἀσοὺβ κατέναντι οἴκου αὐτῶν. μετ᾿ αὐτὸν ἐκράτησεν Ἀζαρία υἱὸς Μαασηὰ υἱοῦ Ἁνανιὰ ἐχόμενα οἴκου αὐτοῦ. 24 μετ᾿ αὐτὸν ἐκράτησεν Βανὶ υἱὸς Ἠναδὰδ μέτρον δεύτερον ἀπὸ Βηθαζαρία ἕως τῆς γωνίας καὶ ἕως τῆς καμπῆς 25 Φαλὰλ υἱοῦ Εὐζαὶ ἐξ ἐναντίας τῆς γωνίας, καὶ πύργος ἐξέχων ἐκ τοῦ οἴκου τοῦ βασιλέως ἀνώτερος τῆς αὐλῆς τῆς φυλακῆς. καὶ μετ᾿ αὐτὸν Φαδαιὰ υἱὸς Φορός. 26 καὶ οἱ Ναθινὶμ ἦσαν οἰκοῦντες ἐν τῷ Ὠφὰλ ἕως κήπου πύλης τοῦ ὕδατος εἰς ἀνατολάς καὶ πύργος ἐξέχων.

27 μετ᾿ αὐτὸν ἐκράτησαν οἱ Θεκωὶν μέτρον δεύτερον ἐξ ἐναντίας τοῦ πύργου τοῦ μεγάλου τοῦ ἐξέχοντος καὶ ἕως τοῦ τείχους τοῦ Ὀφλά.

28 ἀνώτερον πύλης τῶν ἵππων ἐκράτησαν οἱ ἱερεῖς, ἀνὴρ ἐξ ἐναντίας οἴκου αὐτοῦ. 29 μετ᾿ αὐτὸν ἐκράτησεν Σαδδοὺκ υἱὸς Ἐμμὴρ ἐξ ἐναντίας οἴκου αὐτοῦ, καὶ μετ᾿ αὐτὸν ἐκράτησεν Σαμαία υἱὸς Σεχενία φύλαξ τῆς πύλης τῆς ἀνατολῆς. 30 μετ᾿ αὐτὸν ἐκράτησεν Ἁνανιὰ υἱὸς Σελεμία καὶ Ἀνοὺμ υἱὸς Σελὲφ ἕκτος μέτρον δεύτερον. μετ᾿ αὐτὸν ἐκράτησεν Μεσουλὰμ υἱὸς Βαρχία ἐξ ἐναντίας γαζοφυλακίου αὐτοῦ. 31 μετ᾿ αὐτὸν ἐκράτησεν Μελχία υἱὸς τοῦ Σαραφὶ ἕως Βηθαναθινὶμ καὶ οἱ ῥοποπῶλαι ἀπέναντι πύλης τοῦ Μαφεκὰδ καὶ ἕως ἀναβάσεως τῆς καμπῆς. 32 καὶ ἀνὰ μέσον ἀναβάσεως τῆς πύλης τῆς προβατικῆς ἐκράτησαν οἱ χαλκεῖς καὶ οἱ ῥοποπῶλαι.




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era