Car Repair Manuals

Ignatius
Epistle to the Trallians

τραλλιανοις ιγνατιος

Chapter 13

1  Ἀσπάζεται ὑμᾶς ἀγάπη Σμυρναίων καὶ Ἐφεσίων . μνημονεύετε ἐν ταῖς προσευχαῖς ὑμῶν τῆς ἐν Συρίᾳ ἐκκλησίας , ὅθεν καὶ οὐκ ἄξιός εἰμι λέγεσθαι , ὢν ἔσχατος ἐκείνων . 2  ἔρρωσθε ἐν Ἰησοῦ Χριστῷ , ὑποτασσόμενοι τῷ ἐπισκόπῳ ὡς τῇ ἐντολῇ , ὁμοίως καὶ τῷ πρεσβυτερίῳ . καὶ οἱ κατ᾿ ἄνδρα ἀλλήλους ἀγαπᾶτε ἐν ἀμερίστῳ καρδίᾳ . 3  ἁγνίζεται ὑμῶν τὸ ἐμὸν πνεῦμα οὐ μόνον νῦν , ἀλλὰ καὶ ὅταν θεοῦ ἐπιτύχω . ἔτι γὰρ ὑπὸ κίνδυνόν εἰμι · ἀλλὰ πιστὸς πατὴρ ἐν Ἰησοῦ Χριστῷ πληρῶσαί μου τὴν αἴτησιν καὶ ὑμῶν , ἐν εὑρεθείητε ἄμωμοι .




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era