1 Παρακαλῶ οὖν ὑμᾶς , οὐκ ἐγώ , ἀλλ᾿ ἡ ἀγάπη Ἰησοῦ χριστοῦ · μόνῃ τῇ χριστιανῇ τροφῇ χρῆσθε , ἀλλοτρίας δὲ βοτάνης ἀπέχεσθε , ἥτις ἐστὶν αἵρεσις · 2 οἳ ἑαυτοῖς παρεμπλέκουσιν Ἰησοῦν Χριστὸν καταξιοπιστευόμενοι , ὥσπερ θανάσιμον φάρμακον διδόντες μετὰ οἰνομέλιτος , ὅπερ ὁ ἀγνοῶν ἡδέως λαμβάνει ἐν ἡδονῇ κακῇ τὸ ἀποθανεῖν .