Car Repair Manuals

Ignatius
Epistle to the Trallians

τραλλιανοις ιγνατιος

Chapter 2

1  Ὅταν γὰρ τῷ ἐπισκόπῳ ὑποτάσσησθε ὡς Ἰησοῦ Χριστῷ , φαίνεσθέ μοι οὐ κατὰ ἄνθρωπον ζῶντες , ἀλλὰ κατὰ Ἰησοῦν Χριστὸν τὸν δι᾿ ἡμᾶς ἀποθανόντα , ἵνα πιστεύσαντες εἰς τὸν θάνατον αὐτοῦ τὸ ἀποθανεῖν ἐκφύγητε . 2  ἀναγκαῖον οὖν ἐστίν , ὥσπερ ποιεῖτε , ἄνευ τοῦ ἐπισκόπου ἐταπεινοφρονεῖτε πράσσειν ὑμᾶς , ἀλλ᾿ ὑποτάσσεσθαι καὶ τῷ πρεσβυτερίῳ ὡς τοῖς ἀποστόλοις Ἰησοῦ χριστοῦ τῆς ἐλπίδος ἡμῶν , ἐν διάγοντες εὑρεθησόμεθα . 3  δεῖ δὲ καὶ τοὺς διακόνους ὄντας μυστηρίων Ἰησοῦ χριστοῦ κατὰ πάντα τρόπον πᾶσιν ἀρέσκειν . οὐ γὰρ βρωμάτων καὶ ποτῶν εἰσιν διάκονοι , ἀλλ᾿ ἐκκλησίας θεοῦ ὑπηρέται · δέον οὖν αὐτοὺς φυλάσσεσθαι τὰ ἐγκλήματα ὡς πῦρ .




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era