Ignatius
Epistle to the Philadelphians

φιλαδελφευσιν ιγνατιος

Ἰγνάτιος , καὶ Θεοφόρος , ἐκκλησίᾳ θεοῦ πατρὸς καὶ κυρίου Ἰησοῦ χριστοῦ τῇ οὔσῃ ἐν Φιλαδελφίᾳ τῆς Ἀσίας , ἠλεημένῃ καὶ ἡδρασμένῃ ἐν ὁμονοίᾳ θεοῦ καὶ ἀγαλλιωμένῃ ἐν τῷ πάθει τοῦ κυρίου ἡμῶν ἀδιακρίτως καὶ ἐν τῇ ἀναστάσει αὐτοῦ πεπληροφορημένῃ ἐν παντὶ ελέει , ἣν ἀσπάζομαι ἐν αἵματι Ἰησοῦ χριστοῦ , ἥτις ἐστὶν χαρὰ αἰώνιος καὶ παράμονος , μάλιστα ἐὰν ἐν ἑνὶ ὦσιν σὺν τῷ ἐπισκόπῳ καὶ τοῖς σὺν αὐτῷ πρεσβυτέροις καὶ διακόνοις ἀποδεδειγμένοις ἐν γνώμῃ Ἰησοῦ χριστοῦ , οὓς κατὰ τὸ ἴδιον θέλημα ἐστήριξεν ἐν βεβαιωσύνῃ τῷ ἁγίῳ αὐτοῦ πνεύματι .

Chapter 1

1  Ὃν ἐπίσκοπον ἔγνων οὐκ Ἀφ᾿ ἑαυτοῦ οὐδὲ δι᾿ ἀνθρώπων κεκτῆσθαι τὴν διακονίαν τὴν εἰς τὸ κοινὸν ἀνήκουσαν οὐδὲ κατὰ κενοδοξίαν , ἀλλ᾿ ἐν ἀγάπῃ θεοῦ πατρὸς καὶ κυρίου Ἰησοῦ χριστοῦ · οὗ καταπέπληγμαι τὴν ἐπιείκειαν , ὃς σιγῶν πλείονα δύναται τῶν μάταια λαλούντων . 2  συνευρυθμισται γὰρ ταῖς ἐντολᾶς ὡς χορδαῖς κιθάρα . διὸ μακαρίζει μου ψυχὴ τὴν εἰς θεὸν αὐτοῦ γνώμην , ἐπιγνοὺς ἐνάρετον καὶ τέλειον οὖσαν , τὸ ἀκίνητον αὐτοῦ καὶ τὸ ἀόργητον αὐτοῦ ἐν πάσῃ ἐπιεικείᾳ θεοῦ ζῶντος .




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era