Car Repair Manuals

Esther

Ἐσθήρ

Chapter 7

1  εἰσῆλθεν δὲ βασιλεὺς καὶ Ἀμαν συμπιεῖν τῇ βασιλίσσῃ

2  εἶπεν δὲ βασιλεὺς Ἐσθηρ τῇ δευτέρᾳ ἡμέρᾳ ἐν τῷ πότῳ τί ἐστιν Ἐσθηρ βασίλισσα καὶ τί τὸ αἴτημά σου καὶ τί τὸ ἀξίωμά σου καὶ ἔστω σοὶ ἕως τοῦ ἡμίσους τῆς βασιλείας μου

3  καὶ ἀποκριθεῖσα εἶπεν εἰ εὗρον χάριν ἐνώπιον τοῦ βασιλέως δοθήτω ψυχή μου τῷ αἰτήματί μου καὶ λαός μου τῷ ἀξιώματί μου

4  ἐπράθημεν γὰρ ἐγώ τε καὶ λαός μου εἰς ἀπώλειαν καὶ διαρπαγὴν καὶ δουλείαν ἡμεῖς καὶ τὰ τέκνα ἡμῶν εἰς παῖδας καὶ παιδίσκας καὶ παρήκουσα οὐ γὰρ ἄξιος διάβολος τῆς αὐλῆς τοῦ βασιλέως

5  εἶπεν δὲ βασιλεύς τίς οὗτος ὅστις ἐτόλμησεν ποιῆσαι τὸ πρᾶγμα τοῦτο

6  εἶπεν δὲ Ἐσθηρ ἄνθρωπος ἐχθρὸς Ἀμαν πονηρὸς οὗτος Ἀμαν δὲ ἐταράχθη ἀπὸ τοῦ βασιλέως καὶ τῆς βασιλίσσης

7  δὲ βασιλεὺς ἐξανέστη ἐκ τοῦ συμποσίου εἰς τὸν κῆπον δὲ Ἀμαν παρῃτεῖτο τὴν βασίλισσαν ἑώρα γὰρ ἑαυτὸν ἐν κακοῖς ὄντα

8  ἐπέστρεψεν δὲ βασιλεὺς ἐκ τοῦ κήπου Ἀμαν δὲ ἐπιπεπτώκει ἐπὶ τὴν κλίνην ἀξιῶν τὴν βασίλισσαν εἶπεν δὲ βασιλεύς ὥστε καὶ τὴν γυναῖκα βιάζῃ ἐν τῇ οἰκίᾳ μου Ἀμαν δὲ ἀκούσας διετράπη τῷ προσώπῳ

9  εἶπεν δὲ Βουγαθαν εἷς τῶν εὐνούχων πρὸς τὸν βασιλέα ἰδοὺ καὶ ξύλον ἡτοίμασεν Ἀμαν Μαρδοχαίῳ τῷ λαλήσαντι περὶ τοῦ βασιλέως καὶ ὤρθωται ἐν τοῖς Ἀμαν ξύλον πηχῶν πεντήκοντα εἶπεν δὲ βασιλεύς σταυρωθήτω ἐπ᾿ αὐτοῦ

10  καὶ ἐκρεμάσθη Ἀμαν ἐπὶ τοῦ ξύλου ἡτοίμασεν Μαρδοχαίῳ καὶ τότε βασιλεὺς ἐκόπασεν τοῦ θυμοῦ




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era