Ignatius
Epistle to the Magnesians

ΜΑΓΝΗΣΙΕΥΣΙΝ ΙΓΝΑΤΙΟΣ

Ἰγνάτιος , καὶ Θεοφόρος , τῇ εὐλογημένῃ ἐν χάριτι θεοῦ πατρὸς ἐν Χριστῷ Ἰησοῦ τῷ σωτῆρι ἡμῶν , ἐν ἀσπάζομαι τὴν ἐκκλησίαν τὴν οὖσαν ἐν Μαγνησίᾳ τῇ πρὸς Μαιάνδρῳ καὶ εὔχομαι ἐν θεῷ πατρὶ καὶ ἐν Ἰησοῦ Χριστῷ πλεῖστα χαίρειν .

Chapter 1

1  Γνοὺς ὑμῶν τὸ πολυεύτακτον τῆς κατὰ θεὸν ἀγάπης , ἀγαλλιώμενος προειλόμην ἐν πίστει Ἰησοῦ χριστοῦ προσλαλῆσαι ὑμῖν . 2  καταξιωθεὶς γὰρ ὀνόματος θεοπρεπεστάτου , ἐν οἷς περιφέρω δεσμοῖς ᾄδω τὰς ἐκκλησίας , ἐν αἷς ἕνωσιν εὔχομαι σαρκὸς καὶ πνεύματος Ἰησοῦ χριστοῦ , τοῦ διὰ παντὸς 1 ἡμῶν ζῆν , πίστεώς τε καὶ ἀγάπης , ἧς οὐδὲν προκέκριται , τὸ δὲ κυριώτερον Ἰησοῦ καὶ πατρός · ἐν ὑπομένοντες τὴν πᾶσαν ἐπήρειαν τοῦ ἄρχοντος τοῦ αἰῶνος τούτου καὶ διαφυγόντες θεοῦ τευξόμεθα .




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era