Car Repair Manuals

Ignatius
Epistle to the Magnesians

ΜΑΓΝΗΣΙΕΥΣΙΝ ΙΓΝΑΤΙΟΣ

Chapter 3

1  Καὶ ὑμῖν δὲ πρέπει μὴ συγχρᾶσθαι τῇ ἡλικίᾳ τοῦ ἐπισκόπου , ἀλλὰ κατὰ δύναμιν θεοῦ πατρὸς πᾶσαν ἐντροπὴν αὐτῷ ἀπονέμειν , καθὼς ἔγνων καὶ τοὺς ἁγίους πρεσβυτέρους οὐ προσειληφότας τὴν φαινομένην νεωτερικὴν τάξιν , ἀλλ᾿ ὡς φρονίμους ἐν θεῷ συγχωροῦντας αὐτῷ , οὐκ αὐτῷ δέ , ἀλλὰ τῷ πατρὶ Ἰησοῦ χριστοῦ , τῷ πάντων ἐπισκόπῳ . 2  εἰς τιμὴν οὖν ἐκείνου τοῦ θελήσαντος ἡμᾶς πρέπον ἐστὶν ἐπακούειν κατὰ μηδεμίαν ὑπόκρισιν · ἐπεὶ οὐχ ὅτι τὸν ἐπίσκοπον τοῦτον τὸν βλεπόμενον πλανᾷ τις , ἀλλὰ τὸν ἀόρατον παραλογίζεται . τὸ δὲ τοιοῦτον οὐ πρὸς σάρκα λόγος , ἀλλὰ πρὸς θεὸν τὸν τὰ κρύφια εἰδότα .




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era