1 Ἀσπάζονται ὑμᾶς Ἐφέσιοι ἀπὸ Σμύρνης , ὅθεν καὶ γράφω ὑμῖν , παρόντες εἰς δόξαν θεοῦ , ὥσπερ καὶ ὑμεῖς οἳ κατὰ πάντα με ἀνέπαυσαν ἅμα Πολυκάρπῳ , ἐπισκόπῳ Σμυρναίων . καὶ αἱ λοιπαὶ δὲ ἐκκλησίαι ἐν τιμῇ Ἰησοῦ χριστοῦ ἀσπάζονται ὑμᾶς . ἔρρωσθε ἐν ὁμονοίᾳ θεοῦ , κεκτημένοι ἀδιάκριτον πνεῦμα , ὅς ἐστιν Ἰησοῦς Χριστός .