1 Ἐπεὶ οὖν τέλος τὰ πράγματα ἔχει καὶ πρόκειται τὰ δύο ὁμοῦ , ὅ τε θάνατος καὶ ἡ ζωή , καὶ ἕκαστος εἰς τὸν ἴδιον τόπον μέλλει χωρεῖν · 2 ὥσπερ γὰρ ἐστιν νομίσματα δύο , ὃ μὲν θεοῦ , ὃ δὲ κόσμου , καὶ ἕκαστον αὐτῶν ἴδιον χαρακτῆρα ἐπικείμενον ἔχει , οἱ ἄπιστοι τοῦ κόσμου τούτου , οἱ δὲ πιστοὶ ἐν ἀγάπῃ χαρακτῆρα θεοῦ πατρὸς διὰ Ἰησοῦ χριστοῦ , δι᾿ οὗ ἐὰν μὴ αὐθαιρέτως ἔχωμεν τὸ ἀποθανεῖν εἰς τὸ αὐτοῦ πάθος , τὸ ζῆν αὐτοῦ οὐκ ἔστιν ἐν ἡμῖν .