1 Σπουδάζετε οὖν βεβαιωθῆναι ἐν τοῖς δόγμασιν τοῦ κυρίου καὶ τῶν ἀποστόλων , ἵνα πάντα , ὅσα ποιεῖτε , κατευοδωθῆτε σαρκὶ καὶ πενεύματι , πίστει καὶ ἀγάπῃ , ἐν υἱῷ καὶ πατρὶ καὶ ἐν πνεύματι , ἐν ἀρχῇ καὶ ἐν τέλει , μετὰ τοῦ ἀξιοπρεπεστάτου ἐπισκόπου ὑμῶν καὶ ἀξιοπλόκου πνευματικοῦ στεφάνου τοῦ πρεσβυτερίου ὑμῶν καὶ τῶν κατὰ θεὸν διακόνων . 2 ὑποτάγητε τῷ ἐπισκόπῳ καὶ ἀλλήλοις , ὡς Ἰησοῦς Χριστὸς τῷ πατρὶ καὶ οἱ ἀπόστολοι τῷ Χριστῷ καὶ τῷ πατρὶ ἵνα ἕνωσις ᾖ σαρκική τε καὶ πνευματική .