Car Repair Manuals

Ezekiel

Ἰεζεκιήλ

Chapter 15

1  καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων

2  καὶ σύ υἱὲ ἀνθρώπου τί ἂν γένοιτο τὸ ξύλον τῆς ἀμπέλου ἐκ πάντων τῶν ξύλων τῶν κλημάτων τῶν ὄντων ἐν τοῖς ξύλοις τοῦ δρυμοῦ

3  εἰ λήμψονται ἐξ αὐτῆς ξύλον τοῦ ποιῆσαι εἰς ἐργασίαν εἰ λήμψονται ἐξ αὐτῆς πάσσαλον τοῦ κρεμάσαι ἐπ᾿ αὐτὸν πᾶν σκεῦος

4  πάρεξ πυρὶ δέδοται εἰς ἀνάλωσιν τὴν κατ᾿ ἐνιαυτὸν κάθαρσιν ἀπ᾿ αὐτῆς ἀναλίσκει τὸ πῦρ καὶ ἐκλείπει εἰς τέλος μὴ χρήσιμον ἔσται εἰς ἐργασίαν

5  οὐδὲ ἔτι αὐτοῦ ὄντος ὁλοκλήρου οὐκ ἔσται εἰς ἐργασίαν μὴ ὅτι ἐὰν καὶ πῦρ αὐτὸ ἀναλώσῃ εἰς τέλος εἰ ἔσται ἔτι εἰς ἐργασίαν

6  διὰ τοῦτο εἰπόν τάδε λέγει κύριος ὃν τρόπον τὸ ξύλον τῆς ἀμπέλου ἐν τοῖς ξύλοις τοῦ δρυμοῦ δέδωκα αὐτὸ τῷ πυρὶ εἰς ἀνάλωσιν οὕτως δέδωκα τοὺς κατοικοῦντας Ἱερουσαλὴμ

7  καὶ δώσω τὸ πρόσωπόν μου ἐπ᾿ αὐτούς ἐκ τοῦ πυρὸς ἐξελεύσονται καὶ πῦρ αὐτοὺς καταφάγεται καὶ ἐπιγνώσονται ὅτι ἐγὼ κύριος ἐν τῷ στηρίσαι με τὸ πρόσωπόν μου ἐπ᾿ αὐτούς

8  καὶ δώσω τὴν γῆν εἰς ἀφανισμὸν ἀνθ᾿ ὧν παρέπεσον παραπτώματι λέγει κύριος




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era