Car Repair Manuals

Psalms

Ψαλμοί

Psalm 19 (20)

Εἰς τὸ τέλος, ψαλμὸς τῷ Δαυίδ.

1 Ἐπακούσαι σου κύριος ἐν ἡμέρᾳ θλίψεως ὑπερασπίσαι σου τὸ ὄνομα τοῦ θεοῦ Ἰακώβ. 2 ἐξαποστείλαι σοὶ βοήθειαν ἐξ ἁγίου, καὶ ἐκ Σιὼν ἀντιλάβοιτό σου. 3 μνησθείη πάσης θυσίας σου, καὶ τὸ ὁλοκαύτωμά σου πιανάτω· διάψαλμα. 4 δῴη σοὶ κατὰ τὴν καρδίαν σου, καὶ πᾶσαν τὴν βουλήν σου πληρώσαι. 5 ἀγαλλιασόμεθα ἐν τῷ σωτηρίῳ σου, καὶ ἐν ὀνόματι θεοῦ ἡμῶν μεγαλυνθησόμεθα· πληρώσαι κύριος πάντα τὰ αἰτήματά σου.

6 Νῦν ἔγνων ὅτι ἔσωσεν κύριος τὸν χριστὸν αὐτοῦ· ἐπακούσεται αὐτοῦ ἐξ οὐρανοῦ ἁγίου αὐτοῦ, ἐν δυναστείαις σωτηρία τῆς δεξιᾶς αὐτοῦ. 7οὗτοι ἐν ἅρμασιν καὶ οὗτοι ἐν ἵπποις, ἡμεῖς δὲ ἐν ὀνόματι κυρίου θεοῦ ἡμῶν μεγαλυνθησόμεθα. 8 αὐτοὶ συνεποδίσθησαν καὶ ἔπεσαν, ἡμεῖς δὲ ἀνέστημεν καὶ ἀνωρθώθημεν. 9 κύριε σῶσον τὸν βασιλέα σου καὶ ἐπάκουσον ἡμῶν, ἐν ἂν ἡμέρᾳ ἐπικαλεσώμεθά σὲ.




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era