1 Τὰς κακοτεχνίας φεῦγε , μᾶλλον δὲ περὶ τούτων ὁμιλίαν ποιοῦ . ταῖς ἀδελφαῖς μου προσλάλει , ἀγαπᾶν τὸν κύριον καὶ τοῖς συμβίοις ἀρκεῖσθαι σαρκὶ καὶ πνεύματι . ὁμοίως καὶ τοῖς ἀδελφοῖς μου παράγγελλε ἐν ὀνόματι Ἰησοῦ χριστοῦ , ἀγαπᾶν τὰς συμβίους ὡς ὁ κύριος τὴν ἐκκλησίαν . 2 εἴ τις δύναται ἐν ἁγνείᾳ μένειν εἰς τιμὴν τῆς σαρκὸς τοῦ κυρίου , ἐν ἀκαυχησίᾳ μενέτω . ἐὰν καυχήσηται , ἀπώλετο , καὶ ἐὰν γνωσθῇ πλέον τοῦ ἐπισκόπου , ἔφθαρται . πρέπει δὲ τοῖς γαμοῦσι καὶ ταῖς γαμουμέναις μετὰ γνώμης τοῦ ἐπισκόπου τὴν ἕνωσιν ποιεῖσθαι , ἵνα ὁ γάμος ᾖ κατὰ κύριον καὶ μὴ κατ᾿ ἐπιθυμίαν . πάντα εἰς τιμὴν θεοῦ γινέσθω .