Car Repair Manuals

Didache of the Twelve Apostles

διδαχη των δωδεκα αποστολων

Chapter 9

1  Περὶ δὲ τῆς εὐχαριστίας, οὕτως εὐχαριστήσατε· 2  πρῶτον περὶ τοῦ ποτηρίου·

Εὐχαριστοῦμέν σοὶ, πάτερ ἡμῶν,
ὑπὲρ τῆς ἁγίας ἀμπέλου Δαυεὶδ τοῦ παιδός σου,
ἧς ἐγνώρισας ἡμῖν
διὰ Ἰησοῦ τοῦ παιδός σου·
σοὶ ἡ δόξα εἰς τοὺς αἰῶνας.

3  Περὶ τοῦ κλάσματος·

Εὐχαριστοῦμέν σοὶ, πάτερ ἡμῶν,
ὑπὲρ τῆς ζωῆς καὶ γνώσεως,
ἧς ἐγνώρισας ἡμῖν
διὰ Ἰησοῦ τοῦ παιδός σου.
σοὶ ἡ δόξα εἰς τοὺς αἰῶνας.

4  Ὥσπερ ἦν τοῦτο τὸ κλάσμα διεσκορπισμένον ἐπάνω τῶν ὀρέων καὶ συναχθὲν ἐγένετο ἕν, οὕτω συναχθήτω σου ἡ ἐκκλησία ἀπὸ τῶν περάτων τῆς γῆς εἰς τὴν σὴν βασιλείαν. ὅτι σου ἐστιν ἡ δόξα καὶ ἡ δύναμις διὰ Ἰησοῦ Χριστοῦ εἰς τοὺς αἰῶνας.

5  Μηδεὶς δὲ φαγέτω μηδὲ πιέτω ἀπὸ τῆς εὐχαριστίας ὑμῶν, ἀλλ᾿ οἱ βαπτισθέντες εἰς ὄνομα κυρίου· καὶ γὰρ περὶ τούτου εἴρηκεν ὁ κύριος· Μὴ δῶτε τὸ ἅγιον τοῖς κυσί.




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era