Car Repair Manuals

Psalms

Ψαλμοί

Psalm 14 (15)

Ψαλμὸς τῷ Δαυίδ.

1 Κύριε, τίς παροικήσει ἐν τῷ σκηνώματί σου; καὶ τίς κατασκηνώσει ἐν τῷ ὄρει τῷ ἁγίῳ σου;

2 Πορευόμενος ἄμωμος, καὶ ἐργαζόμενος δικαιοσύνην· λαλῶν ἀλήθειαν ἐν καρδίᾳ αὐτοῦ· 3 ὃς οὐκ ἐδόλωσεν ἐν γλώσσῃ αὐτοῦ, οὐδὲ ἐποίησεν τῷ πλησίον αὐτοῦ κακὸν, καὶ ὀνειδισμὸν οὐκ ἔλαβεν ἐπὶ τοὺς ἔγγιστα αὐτοῦ· 4 ἐξουδένωται ἐνώπιον αὐτοῦ πονηρευόμενος, τοὺς δὲ φοβουμένους κύριον δοξάζει· ὀμνύων τῷ πλησίον αὐτοῦ καὶ οὐκ ἀθετῶν·1 5 τὸ ἀργύριον αὐτοῦ οὐκ ἔδωκεν ἐπὶ τόκῳ, καὶ δῶρα ἐπ᾿ ἀθῴοις οὐκ ἔλαβεν· ποιῶν ταῦτα, οὐ σαλευθήσεται εἰς τὸν αἰῶνα.




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era