Car Repair Manuals

Joshua
(Codex Vaticanus)

Ἰησοῦς (Βατικανὸς Κῶδιξ)

Chapter 16

1 Καὶ ἐγένετο τὰ ὅρια υἱῶν Ἰωσὴφ ἀπὸ τοῦ Ἰορδάνου τοῦ κατὰ Ἰεριχὼ ἀπ᾿ ἀνατολῶν καὶ ἀναβήσεται ἀπὸ Ἰεριχὼ εἰς τὴν ὀρεινὴν τὴν ἔρημον εἰς Βαιθὴλ Λουζὰ 2 καὶ ἐξελεύσεται εἰς Βαιθὴλ καὶ πορπαρελεύσεται ἐπὶ τὰ ὅρια τοῦ Χαταρωθὶ 3 καὶ διελεύσεται ἐπὶ τὴν θάλασσαν ἐπὶ τὰ ὅρια Ἀπταλὶμ ἕως τῶν ὁρίων Βαιθωρὼν τὴν κάτω, καὶ ἔσται διέξοδος αὐτῶν ἐπὶ τὴν θάλασσαν.

4 Καὶ ἐκληρονόμησαν οἱ υἱοὶ Ἰωσήφ, Ἐφραὶμ καὶ Μανασσῆ·

5 καὶ ἐγενήθη ὅρια υἱῶν Ἐφραὶμ κατὰ δήμους αὐτῶν· καὶ ἐγενήθη τὰ ὅρια τῆς κληρονομίας αὐτῶν ἀπὸ ἀνατολῶν Ἀταρὼθ καὶ Ἐρὸκ ἕως Βαιθωρὼν τὴν ἄνω καὶ Γαζαρά, 6 καὶ διελεύσεται τὰ ὅρια ἐπὶ τὴν θάλασσαν εἰς Ἰκασμὼν ἀπὸ βορρᾶ Θερμά, περιελεύσεται ἐπὶ ἀνατολὰς εἰς Θηνασὰ καὶ Σελλησὰ καὶ πορπαρελεύσεται ἀπ᾿ ἀνατολῶν εἰς Ἰανωκὰ 7 καὶ εἰς Μαχὼ καὶ Ἀταρὼθ καὶ αἱ κῶμαι αὐτῶν καὶ ἐλεύσεται ἐπὶ Ἰεριχὼ καὶ διεκβαλεῖ ἐπὶ τὸν Ἰορδάνην, 8 καὶ ἀπὸ Ταφοῦ πορπορεύσεται τὰ ὅρια ἐπὶ θάλασσαν ἐπὶ Χελκανά, καὶ ἔσται διέξοδος αὐτῶν ἐπὶ θάλασσαν· αὕτη κληρονομία φυλῆς Ἐφραὶμ κατὰ δήμους αὐτῶν. 9 καὶ αἱ πόλεις αἱ ἀφορισθεῖσαι τοῖς υἱοῖς Ἐφραὶμ ἀνὰ μέσον τῆς κληρονομίας υἱῶν Μανασσῆ, πᾶσαι αἱ πόλεις καὶ αἱ κῶμαι αὐτῶν. 10 καὶ οὐκ ἀπώλεσεν Ἐφραὶμ τὸν Χαναναῖον τὸν κατοικοῦντα ἐν Γαζέρ, καὶ κατῴκει Χαναναῖος ἐν τῷ Ἐφραὶμ ἕως τῆς ἡμέρας ταύτης, ἕως ἀνέβη Φαραὼ βασιλεὺς Αἰγύπτου καὶ ἔλαβεν αὐτὴν καὶ ἐνέπρησεν ἐνέπρησεν αὐτὴν ἐν πυρί, καὶ τοὺς Χαναναίους καὶ τοὺς Φερεζαίους καὶ τοὺς κατοικοῦντας ἐν Γαζὲρ ἐξεκέντησαν, καὶ ἔδωκεν αὐτὴν Φαραὼ ἐν φερνῇ τῇ θυγατρὶ αὐτοῦ.




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era