Car Repair Manuals

Joshua
(Codex Vaticanus)

Ἰησοῦς (Βατικανὸς Κῶδιξ)

Chapter 12

1 Καὶ οὗτοι οἱ βασιλεῖς τῆς γῆς, οὓς ἀνεῖλον οἱ υἱοὶ Ἰσραὴλ καὶ κατεκληρονόμησαν τὴν γῆν αὐτῶν πέραν τοῦ Ἰορδάνου Ἀφ᾿ ἡλίου ἀνατολῶν ἀπὸ φάραγγος Ἀρνὼν ἕως τοῦ ὄρους Ἀερμῶν καὶ πᾶσαν τὴν γῆν Ἄραβα ἀπ᾿ ἀνατολῶν· 2 Σηὼν τὸν βασιλέα τῶν Ἀμοῤῥαίων, ὃς κατῴκει ἐν Ἐσεβὼν κυριεύων ἀπὸ Ἀροήρ, ἐστιν ἐν τῇ φάραγγι, κατὰ μέρος τῆς φάραγγος καὶ τὸ ἥμισυ τῆς Γαλαὰδ ἕως Ἰαβὸκ ὅρια υἱῶν Ἀμμών, 3 καὶ Ἄραβα ἕως τῆς θαλάσσης Χενερὲθ κατ᾿ ἀνατολὰς καὶ ἕως τῆς θαλάσσης Ἄραβα, θάλασσαν τῶν ἁλῶν ἀπὸ ἀνατολῶν, ὁδὸν τὴν κατὰ Ἀσιμώθ, ἀπὸ Θαιμὰν τὴν ὑπὸ Ἀσηδὼθ Φασγά· 4 καὶ Ὢγ βασιλεὺς Βασὰν ὑπελείφθη ἐκ τῶν γιγάντων κατοικῶν ἐν Ἀσταρὼθ καὶ ἐν Ἐδραὶν 5 ἄρχων ἀπὸ ὄρους Ἀερμῶν καὶ ἀπὸ Σελχὰ καὶ πᾶσαν τὴν Βασὰν ἕως ὁρίων Γεσουρὶ καὶ τὴν Μαχατὶ καὶ τὸ ἥμισυ Γαλαάδ, ὁρίων Σηὼν βασιλέως Ἐσεβών. 6 Μωυσῆς παῖς κυρίου καὶ οἱ υἱοὶ Ἰσραὴλ ἐπάταξαν αὐτούς, καὶ ἔδωκεν αὐτὴν Μωυσῆς ἐν κληρονομίᾳ Ῥουβὴν καὶ Γὰδ καὶ τῷ ἡμίσει φυλῆς Μανασσῆ.

7 Καὶ οὗτοι οἱ βασιλεῖς τῶν Ἀμοῤῥαίων, οὓς ἀνεῖλεν Ἰησοῦς καὶ οἱ υἱοὶ Ἰσραὴλ ἐν τῷ πέραν τοῦ Ἰορδάνου παρὰ θάλασσαν Βααλγὰδ ἐν τῷ πεδίῳ τοῦ Λιβάνου καὶ ἕως τοῦ ὄρους Χελχὰ ἀναβαινόντων εἰς Σηίρ, καὶ ἔδωκεν αὐτὴν Ἰησοῦς ταῖς φυλαῖς Ἰσραὴλ κληρονομεῖν κατὰ κλῆρον αὐτῶν, 8 ἐν τῷ ὄρει καὶ ἐν τῷ πεδίῳ καὶ ἐν Ἄραβα καὶ ἐν Ἀσηδὼθ καὶ ἐν τῇ ἐρήμῳ καὶ ἐν Ναγέβ, τὸν Χετταῖον καὶ τὸν Ἀμορραῖον καὶ τὸν Χαναναῖον καὶ τὸν Φερεζαῖον καὶ τὸν Εὐαῖον καὶ τὸν Ἰεβουσαῖον· 9 τὸν βασιλέα Ἰεριχὼ καὶ τὸν βασιλέα τῆς Γαί, ἐστιν πλησίον Βαιθήλ, 10 βασιλέα Ἱερουσαλὴμ, βασιλέα Χεβρών, 11 βασιλέα Ἰεριμούθ, βασιλέα Λαχίς, 12 βασιλέα Αἰλάμ, βασιλέα Γαζέρ, 13 βασιλέα Δαβίρ, βασιλέα Γαδέρ, 14 βασιλέα Ερμάθ, βασιλέα Ἀράθ, 15 βασιλέα Λεβνά, βασιλέα Ὀδολλάμ, 16 βασιλέα Μακηδά, 17 βασιλέα Ταφούγ, βασιλέα Οφέρ, 18 βασιλέα Ἀφέκ τῆς Σαρών, 19 βασιλέα Ἀσώρ, 20 βασιλέα Συμοών, βασιλέα Μαρρών, βασιλέα Ἀζίφ, 21 βασιλέα Κάδης, βασιλέα Τανάχ, 22 βασιλέα Μαγεδών, βασιλέα Ἰεκονάμ τοῦ Χερμέλ, 23 βασιλέα Δώρ τοῦ Ναφεδδώρ, βασιλέα Γωίμ τῆς Γαλιλαίας, 24 βασιλέα Θαρσά πάντες οὗτοι βασιλεῖς εἴκοσι ἐννέα.




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era