1 Ἀναπέμψαντος δὲ αὐτοῦ τὸ ἀμὴν καὶ πληρώσαντος τὴν εὐχήν , οἱ τοῦ πυρὸς ἄνθρωποι ἐξῆψαν τὸ πῦρ . μεγάλης δὲ ἐκλαμψάσης φλογός , θαῦμα εἴδομεν , οἷς ἰδεῖν ἐδόθη · οἳ καὶ ἐτηρήθημεν εἰς τὸ ἀναγγεῖλαι τοῖς λοιποῖς τὰ γενόμενα . 2 τὸ γὰρ πῦρ καμάρας εἶδος ποιῆσαν ὥσπερ ὀθόνη πλοίου ὑπὸ πνεύματος πληρουμένη , κύκλῳ περιετείχισεν τὸ σῶμα τοῦ μάρτυρος · καὶ ἦν μέσον οὐχ ὡς σὰρξ καιομένη , ἀλλ᾿ ὡς ἄρτος ὀπτώμενος ἢ ὡς χρυσὸς καὶ ἄργυρος ἐν καμίνῳ πυρούμενος . καὶ γὰρ εὐωδίας τοσαύτης ἀντελαβόμεθα , ὡς λιβανωτοῦ πνέοντος ἢ ἄλλου τινὸς τῶν τιμίων ἀρωμάτων .