Car Repair Manuals

Irenaeus
The Martyrdom of Polycarp

μαρτυριον του αγιου πολυκαρπου επισκοπου σμυρνης

Chapter 5

1  δὲ θαυμασιώτατος Πολύκαρπος τὸ μὲν πρῶτον ἀκούσας οὐκ ἐταράχθη , ἀλλ᾿ ἐβούλετο κατὰ πόλιν μένειν · οἱ δὲ πλείους ἔπειθον αὐτὸν ὑπεξελθεῖν . καὶ ὑπεξῆλθεν εἰς ἀγρίδιον οὐ μακρὰν ἀπέχον ἀπὸ τῆς πόλεως καὶ διέτριβεν μετ᾿ ὀλίγων , νύκτα καὶ ἡμέραν οὐδὲν ἕτερον ποιῶν προσευχόμενος περὶ πάντων καὶ τῶν κατὰ τὴν οἰκουμένην ἐκκλησιῶν , ὅπερ ἦν σύνηθες αὐτῷ . 2  καὶ προσευχόμενος ἐν ὀπτασίᾳ γέγονεν πρὸ τριῶν ἡμερῶν τοῦ συλληφθῆναι αὐτόν , καὶ εἶδεν τὸ προσκεφάλαιον αὐτοῦ ὑπὸ πυρὸς κατακαιόμενον · καὶ στραφεὶς εἶπεν πρὸς τοὺς σὺν αὐτῷ · Δεῖ με ζῶντα καῆναι .




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era