Car Repair Manuals

Psalms

Ψαλμοί

Psalm 12 (13)

Εἰς τὸ τέλος, ψαλμὸς τῷ Δαυίδ.

1 Ἕως πότε κύριε ἐπιλήσῃ μου, εἰς τέλος; ἕως πότε ἀποστρέψεις τὸ πρόσωπόν σου ἀπ᾿ ἐμοῦ; 2 ἕως τίνος θήσομαι βουλὰς ἐν ψυχῇ μου, ὀδύνας ἐν καρδίᾳ μου ἡμέρας; ἕως πότε ὑψωθήσεται ἐχθρός μου ἐπ᾿ ἐμέ; 3 ἐπίβλεψον, εἰσάκουσόν μου, κύριε θεός μου· φώτισον τοὺς ὀφθαλμούς μου, μήποτε ὑπνώσω εἰς θάνατον· 4 μήποτε εἴπῃ ἐχθρός μου, ἴσχυσα πρὸς αὐτόν· οἱ θλίβοντές με ἀγαλλιάσονται ἐὰν σαλευθῶ.

5 Ἐγὼ δὲ ἐπὶ τῷ ἐλέει σου ἤλπισα· ἀγαλλιάσεται καρδία μου ἐπὶ τῷ σωτηρίῳ σου. 6 ᾄσω τῷ κυρίῳ τῷ εὐεργετήσαντί με, καὶ ψαλῶ τῷ ὀνόματι κυρίου τοῦ ὑψίστου.




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era