Car Repair Manuals

Psalms

Ψαλμοί

Psalm 69 (70)

Εἰς τὸ τέλος· τῷ Δαυὶδ εἰς ἀνάμνησιν.

1 Εἰς τὸ σῶσαί με κύριον. θεός, εἰς τὴν βοήθειάν μου πρόσχες. 2 αἰσχυνθείησαν καὶ ἐντραπείησαν οἱ ζητοῦντές μου τὴν ψυχήν, ἀποστραφείησαν εἰς τὰ ὀπίσω καὶ καταισχυνθείησαν οἱ βουλόμενοί μοι κακά, 3 ἀποστραφείησαν παραυτίκα αἰσχυνόμενοι οἱ λέγοντές μοι, εὖγε εὖγε. 4 ἀγαλλιάσθωσαν καὶ εὐφρανθήτωσαν ἐπὶ σοὶ πάντες οἱ ζητοῦντές σὲ, καὶ λεγέτωσαν διὰ παντός,1 μεγαλυνθήτω θεός, οἱ ἀγαπῶντες τὸ σωτήριόν σου. 5 ἐγὼ δὲ πτωχὸς καὶ πένης· θεός βοήθησόν μοι. βοηθός μου καὶ ῥύστης μου εἶ σύ· κύριε, μὴ χρονίσῃς.




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era