Car Repair Manuals

Papias: The Traditions of the Elders

Chapter 5

1  καὶ ὡς οἱ πρεσβύτεροι λέγουσι, τότε καὶ οἱ μὲν καταξιωθέντες τῆς ἐν οὐρανῷ διατριβῆς, ἐκεῖσε χωρήσουσιν, οἱ δὲ τῆς τοῦ παραδείσου τρυφῆς ἀπολαύσουσιν, οἱ δὲ τὴν λαμπρότητα τῆς πόλεως καθέξουσιν· πανταχοῦ δὲ σωτὴρ ὁραθήσεται, καθὼς [ καὶ] ἄξιοι ἔσονται οἱ ὁρῶντες αὐτόν. 2  εἶναι δὲ τὴν διαστολὴν ταύτην τῆς οἰκήσεως τῶν τὰ ἑκατὸν καρποφορούντων καὶ τῶν τὰ ἑξήκοντα καὶ τῶν τὰ τριάκοντα· ὧν οἱ μὲν εἰς τοὺς οὐρανοὺς ἀναληφθήσονται, οἱ δὲ ἐν τῷ παραδείσῳ διατρίψουσιν, οἱ δὲ τὴν πόλιν κατοικήσουσιν· καὶ διὰ τοῦτο εἰρηκέναι τὸν κύριον, ἐν τοῖς τοῦ πατρός μου μονὰς εἶναι πολλάς. τὰ πάντα γὰρ τοῦ θεοῦ, ὃς τοῖς πᾶσι τὴν ἁρμόζουσιν οἴκησιν παρέχει· ... Hanc esse adordinationem et dispositionem eorum qui salvantur, dicunt presbyteri apostolorum discipuli; et per huiusmodi gradus proficere, et per Spiritum quidem [ad] filium, per filium autem ascendere ad patrem; filio deinceps cedente Patri opus suum, quemadmodum et [ab] apostolo dictum est: Quoniam oportet regnare eum, quoadusque ponat omnes inimicos sub pedibus eius.



Motor Era Blog

Auto Service Repair Manuals on Motor Era