1 Ὅτε οὖν ἐτέλεσεν ἀναγινώσκουσα καὶ ἠγέρθη ἀπὸ τῆς καθέδρας , ἦλθαν τέσσαρες νεανίαι καὶ ἦραν τὴν καθέδραν καὶ ἀπῆλθον πρὸς τὴν ἀνατολήν . 2 προσκαλεῖται δέ με καὶ ἥψατο τοῦ στήθους μου καὶ λέγει μοι · Ἤρεσέν σοὶ ἡ ἀνάγνωσίς μου ; καὶ λέγω αὐτῇ · Κυρία , ταῦτά μοι τὰ ἔσχατα ἀρέσκει , τὰ δὲ πρῶτα χαλεπὰ καὶ σκληρά . ἡ δὲ ἔφη μοι λέγουσα · Ταῦτα τὰ ἔσχατα τοῖς δικαίοις , τὰ δὲ πρῶτα τοῖς ἔθνεσιν καὶ τοῖς ἀποστάταις . 3 λαλούσης αὐτῆς μετ᾿ ἐμοῦ δύο τινὲς ἄνδρες ἐφάνησαν καὶ ἦραν αὐτὴν τῶν ἀγκώνων καὶ ἀπῆλθαν , ὅπου ἡ καθέδρα , πρὸς τὴν ἀνατολήν . ἱλαρὰ δὲ ἀπῆλθεν καὶ ὑπάγουσα λέγει μοι · Ἀνδρίζου , Ἑρμᾶ .