Car Repair Manuals

Judges

Chapter 21

Alexandrus

Vaticanus

1 Καὶ ἀνὴρ Ἰσραὴλ ὤμοσεν ἐν Μασσηφὰ λέγων Ἀνὴρ ἐξ ἡμῶν οὐ δώσει τὴν θυγατέρα αὐτοῦ τῷ Βενιαμὶν εἰς γυναῖκα. Καὶ οἱ υἱοὶ Ἰσραὴλ ὤμοσαν ἐν Μασσηφὰ λέγοντες· Ἀνὴρ ἐξ ἡμῶν οὐ δώσει θυγατέρα αὐτοῦ τῷ Βενιαμὶν εἰς γυναῖκα.
2 καὶ παρεγένοντο πᾶς λαὸς εἰς Μασσηφὰ καὶ Βαιθὴλ καὶ ἐκάθισαν ἐκεῖ ἕως ἑσπέρας ἐνώπιον τοῦ θεοῦ καὶ ἐπῆραν τὴν φωνὴν αὐτῶν καὶ ἔκλαυσαν κλαυθμὸν μέγαν καὶ ἦλθεν λαὸς εἰς Βαιθὴλ καὶ ἐκάθισαν ἐκεῖ ἕως ἑσπέρας ἐνώπιον τοῦ θεοῦ καὶ ἦραν φωνὴν αὐτῶν καὶ ἔκλαυσαν κλαυθμὸν μέγαν
3 καὶ εἶπαν Ἵνα τί, κύριε θεὸς Ἰσραήλ, ἐγενήθη αὕτη ἐν τῷ Ἰσραήλ, τοῦ ἐπισκεπῆναι σήμερον ἐν τῷ Ἰσραὴλ φυλὴν μίαν; καὶ εἶπαν Εἰς τί κύριε θεὲ Ἰσραήλ, ἐγενήθη αὕτη τοῦ ἐπισκεπῆναι σήμερον ἀπὸ Ἰσραὴλ φυλὴν μίαν;
4 καὶ ἐγένετο ἐν τῇ ἐπαύριον καὶ ὤρθρισεν λαὸς καὶ ᾠκοδόμησαν ἐκεῖ θυσιαστήριον καὶ ἀνήνεγκαν ὁλοκαυτώματα σωτηρίου. καὶ ἐγένετο τῇ ἐπαύριον καὶ ὤρθρισεν λαὸς καὶ ᾠκοδόμησαν ἐκεῖ θυσιαστήριον, καὶ ἀνήνεγκαν ὁλοκαυτώσεις καὶ τελείας.
5 καὶ εἶπαν οἱ υἱοὶ Ἰσραὴλ Τίς μὴ ἀναβὰς ἐν τῇ ἐκκλησίᾳ ἐκ πασῶν φυλῶν Ἰσραὴλ πρὸς κύριον; ὅτι ὅρκος μέγας ἦν τῷ μὴ ἀναβάντι πρὸς κύριον εἰς Μασσηφὰ λέγοντες Θανάτῳ ἀποθανεῖται. καὶ εἶπον οἱ υἱοὶ Ἰσραήλ· τίς οὐκ ἀνέβη ἐν τῇ ἐκκλησίᾳ ἀπὸ πασῶν φυλῶν Ἰσραὴλ πρὸς κύριον; ὅτι ὅρκος μέγας ἦν τοῖς οὐκ ἀναβεβηκόσιν πρὸς κύριον εἰς Μασσηφὰ λέγοντες· θανάτῳ θανατωθήσεται
6 καὶ παρεκλήθησαν οἱ υἱοὶ Ἰσραὴλ περὶ Βενιαμὶν τοῦ ἀδελφοῦ αὐτῶν καὶ εἶπαν Ἀφῄρηται σήμερον φυλὴ μία ἐξ Ἰσραήλ· καὶ παρεκλήθησαν. οἱ υἱοὶ Ἰσραὴλ πρὸς Βενιαμὶν ἀδελφὸν αὐτῶν καὶ εἶπαν· ἐξεκόπη σήμερον φυλὴ μία ἀπὸ Ἰσραήλ·
7 τί ποιήσωμεν αὐτοῖς τοῖς ὑπολειφθεῖσιν εἰς γυναῖκας; καὶ ἡμεῖς ὠμόσαμεν ἐν κυρίῳ τοῦ μὴ δοῦναι αὐτοῖς ἀπὸ τῶν θυγατέρων ἡμῶν εἰς γυναῖκας. τί ποιήσωμεν αὐτοῖς τοῖς περισσοῖς τοῖς ὑπολειφθεῖσιν εἰς γυναῖκας; καὶ ἡμεῖς ὠμόσαμεν ἐν κυρίῳ τοῦ μὴ δοῦναι αὐτοῖς ἀπὸ τῶν θυγατέρων ἡμῶν εἰς γυναῖκας.
8 καὶ εἶπαν Τίς μία τῶν φυλῶν Ἰσραήλ, ἥτις οὐκ ἀνέβη πρὸς κύριον εἰς Μασσηφά; καὶ ἰδοὺ οὐκ ἦλθεν ἀνὴρ εἰς τὴν παρεμβολὴν ἀπὸ Ιαβὶς Γαλαὰδ εἰς τὴν ἐκκλησίαν. καὶ εἶπαν· τίς εἷς ἀπὸ φυλῶν Ἰσραήλ, ὃς οὐκ ἀνέβη πρὸς κύριον εἰς Μασσηφά; καὶ ἰδοὺ οὐκ ἦλθεν ἀνὴρ εἰς τὴν παρεμβολὴν ἀπὸ Ιαβὶς Γαλαὰδ εἰς τὴν ἐκκλησίαν.
9 καὶ ἐπεσκέπη λαός, καὶ ἰδοὺ οὐκ ἔστιν ἐκεῖ ἀνὴρ ἀπὸ τῶν κατοικούντων Ιαβὶς Γαλαάδ. καὶ ἐπεσκέπη λαός, καὶ οὐκ ἦν ἐκεῖ ἀνὴρ ἀπὸ οἰκούντων Ιαβὶς Γαλαάδ.
10 καὶ ἀπέστειλαν ἐκεῖ συναγωγὴ δώδεκα χιλιάδας ἀνδρῶν ἀπὸ τῶν υἱῶν τῆς δυνάμεως καὶ ἐνετείλαντο αὐτοῖς λέγοντες πορΠορεύθητε καὶ πατάξατε πάντας τοὺς κατοικοῦντας Ιαβὶς Γαλαὰδ ἐν στόματι ῥομφαίας καὶ τὰς γυναῖκας καὶ τὸν λαόν. καὶ ἀπέστειλεν ἐκεῖ συναγωγὴ δώδεκα χιλιάδας ἀνδρῶν ἀπὸ υἱῶν τῆς δυνάμεως καὶ ἐνετείλαντο αὐτοῖς λέγοντες· πορπορεύεσθε καὶ πατάξατε τοὺς οἰκοῦντας Ιαβὶς Γαλαὰδ ἐν στόματι ῥομφαίας.
11 καὶ οὗτος λόγος, ὃν ποιήσετε· πᾶν ἀρσενικὸν καὶ πᾶσαν γυναῖκα γινώσκουσαν κοίτην ἄρσενος ἀναθεματιεῖτε. καὶ τοῦτο ποιήσετε· πᾶν ἄρσεν καὶ πᾶσαν γυναῖκα εἰδυῖαν κοίτην ἄρσενος ἀναθεματιεῖτε, τὰς δὲ παρθένους περιποιήσεσθε. καὶ ἐποίησαν οὕτως.
12 καὶ εὗρον ἀπὸ τῶν κατοικούντων Ιαβὶς Γαλαὰδ τετρακοσίας νεάνιδας παρθένους, αἳ οὐκ ἔγνωσαν ἄνδρα εἰς κοίτην ἄρσενος, καὶ ἦγον αὐτὰς εἰς τὴν παρεμβολὴν εἰς Σηλώ, ἐστιν ἐν γῇ Χαναάν. καὶ εὗρον ἀπὸ οἰκούντων Ιαβὶς Γαλαὰδ τετρακοσίας νεάνιδας παρθένους, αἵτινες οὐκ ἔγνωσαν ἄνδρα εἰς κοίτην ἄρσενος, καὶ ἤνεγκαν αὐτὰς εἰς τὴν παρεμβολὴν εἰς Σηλὼν τὴν ἐν γῇ Χαναάν.
13 καὶ ἀπέστειλεν πᾶσα συναγωγὴ καὶ ἐλάλησαν πρὸς Βενιαμὶν τὸν ἐν τῇ πέτρᾳ Ῥεμμὼν καὶ ἐκάλεσαν αὐτοὺς εἰς εἰρήνην. καὶ ἀπέστειλεν πᾶσα συναγωγὴ καὶ ἐλάλησαν πρὸς τοὺς υἱοὺς Βενιαμὶν ἐν τῇ πέτρᾳ Ῥεμμὼν καὶ ἐκάλεσαν αὐτοὺς εἰς εἰρήνην.
14 καὶ ἀπέστρεψεν Βενιαμὶν πρὸς τοὺς υἱοὺς Ἰσραὴλ ἐν τῷ καιρῷ ἐκείνῳ, καὶ ἔδωκαν αὐτοῖς τὰς γυναῖκας, αἵτινες ἦσαν ἐκ τῶν γυναικῶν Ιαβὶς Γαλαάδ· καὶ ἤρεσεν αὐτοῖς οὕτως. καὶ ἐπέστρεψεν Βενιαμὶν πρὸς τοὺς υἱοὺς Ἰσραὴλ ἐν τῷ καιρῷ ἐκείνῳ, καὶ ἔδωκαν αὐτοῖς οἱ υἱοὶ Ἰσραὴλ τὰς γυναῖκας, ἃς ἐζωοποίησαν ἀπὸ τῶν θυγατέρων Ιαβὶς Γαλαάδ· καὶ ἤρεσεν αὐτοῖς οὕτως.
15 Καὶ λαὸς παρεκλήθη τῷ Βενιαμίν, ὅτι ἐποίησεν κύριος διακοπὴν ἐν ταῖς φυλαῖς Ἰσραήλ. Καὶ λαὸς παρεκλήθη ἐπὶ τῷ Βενιαμίν, ὅτι ἐποίησεν κύριος διακοπὴν ἐν ταῖς φυλαῖς Ἰσραήλ.
16 καὶ εἶπαν οἱ πρεσβύτεροι τῆς συναγωγῆς Τί ποιήσωμεν τοῖς ἐπιλοίποις εἰς γυναῖκας; ὅτι ἠφάνισται ἐκ τοῦ Βενιαμὶν γυνή. καὶ εἶπον οἱ πρεσβύτεροι τῆς συναγωγῆς· τί ποιήσωμεν τοῖς περισσοῖς εἰς γυναῖκας; ὅτι ἠφανίσθη ἀπὸ Βενιαμὶν γυνή.
17 καὶ εἶπαν Κληρονομία διασεσῳσμένη τῷ Βενιαμίν, καὶ οὐ μὴ ἐξαλειφθῇ φυλὴ ἐξ Ἰσραήλ· καὶ εἶπαν· Κληρονομία διασῳζομένων τῷ Βενιαμίν, καὶ οὐκ ἐξαλειφθήσεται φυλὴ ἀπὸ Ἰσραήλ·
18 καὶ ἡμεῖς οὐ δυνησόμεθα δοῦναι αὐτοῖς γυναῖκας ἀπὸ τῶν θυγατέρων ἡμῶν, ὅτι ὠμόσαμεν οἱ υἱοὶ Ἰσραὴλ λέγοντες Ἐπικατάρατος διδοὺς γυναῖκα τῷ Βενιαμίν. ὅτι ἡμεῖς οὐ δυνησόμεθα δοῦναι αὐτοῖς γυναῖκας ἀπὸ τῶν θυγατέρων ἡμῶν, ὅτι ὠμόσαμεν ἐν υἱοῖς Ἰσραὴλ λέγοντες· ἐπικατάρατος διδοὺς γυναῖκα τῷ Βενιαμίν.
19 καὶ εἶπαν Ἑορτὴ τῷ κυρίῳ ἐν Σηλὼ Ἀφ᾿ ἡμερῶν εἰς ἡμέρας, ἐστιν ἀπὸ βορρᾶ τῆς Βαιθὴλ κατ᾿ ἀνατολὰς ἡλίου ἐν τῇ ὁδῷ τῇ ἀναβαινούσῃ ἐκ Βαιθὴλ εἰς Σίκιμα καὶ ἀπὸ νότου τοῦ Λιβάνου τῆς Λεβωνά. καὶ εἶπαν· ἰδοὺ δὴ ἑορτὴ κυρίου ἐν Σηλὼν Ἀφ᾿ ἡμερῶν εἰς ἡμέρας, ἐστιν ἀπὸ βορρᾶ τῆς Βαιθὴλ κατ᾿ ἀνατολὰς ἡλίου ἐπὶ τῆς ὁδοῦ τῆς ἀναβαινούσης ἀπὸ Βαιθὴλ εἰς Συχὲμ καὶ ἀπὸ νότου τῆς Λεβωνά.
20 καὶ ἐνετείλαντο τοῖς υἱοῖς Βενιαμὶν λέγοντες Διέλθατε καὶ ἐνεδρεύσατε ἐν τοῖς ἀμπελῶσιν· καὶ ἐνετείλαντο τοῖς υἱοῖς Βενιαμὶν λέγοντες· πορπορεύεσθε ἐνεδρεύσατε ἐν τοῖς ἀμπελῶσιν·
21 καὶ ὄψεσθε καὶ ἰδοὺ ὡς ἂν ἐξέλθωσιν αἱ θυγατέρες τῶν κατοικούντων Σηλὼ ἐν Σηλὼ χορεῦσαι ἐν χοροῖς, καὶ ἐξελεύσεσθε ἀπὸ τῶν ἀμπελώνων καὶ ἁρπάσετε ἀνὴρ ἑαυτῷ γυναῖκα ἀπὸ τῶν θυγατέρων Σηλὼ καὶ ἀπελεύσεσθε εἰς γῆν Βενιαμίν. καὶ ὄψεσθε καὶ ἰδοὺ ἐὰν ἐξέλθωσιν αἱ θυγατέρες τῶν οἰκούντων Σηλὼν χορεύειν ἐν τοῖς χοροῖς, καὶ ἐξελεύσεσθε ἐκ τῶν ἀμπελώνων καὶ ἁρπάσατε ἑαυτοῖς ἀνὴρ γυναῖκα, ἀπὸ τῶν θυγατέρων Σηλὼν καὶ πορπορεύεσθε εἰς γῆν Βενιαμίν.
22 καὶ ἔσται ὅταν ἔλθωσιν οἱ πατέρες αὐτῶν οἱ ἀδελφοὶ αὐτῶν κρίνεσθαι πρὸς ὑμᾶς, καὶ ἐροῦμεν πρὸς αὐτούς Ἐλεήσατε αὐτούς, ὅτι οὐκ ἔλαβον ἀνὴρ γυναῖκα αὐτοῦ ἐν τῷ πολέμῳ· οὐ γὰρ ὑμεῖς δεδώκατε αὐτοῖς· κατὰ τὸν καιρὸν ἐπλημμελήσατε. καὶ ἔσται ὅταν ἔλθωσιν οἱ πατέρες αὐτῶν οἱ ἀδελφοὶ αὐτῶν κρίνεσθαι πρὸς ὑμᾶς, καὶ ἐροῦμεν αὐτοῖς· ἔλεος ποιήσατε ἡμῖν αὐτάς, ὅτι οὐκ ἐλάβομεν ἀνὴρ γυναῖκα αὐτοῦ ἐν τῇ παρατάξει, ὅτι οὐχ ὑμεῖς ἐδώκατε αὐτοῖς· ὡς καιρὸς πλημμελήσατε.
23 καὶ ἐποίησαν οὕτως οἱ υἱοὶ Βενιαμὶν καὶ ἔλαβον γυναῖκας κατὰ τὸν ἀριθμὸν αὐτῶν ἀπὸ τῶν χορευουσῶν, ἃς διήρπασαν· καὶ ἀπῆλθον καὶ ἀπέστρεψαν ἐπὶ τὴν κληρονομίαν αὐτῶν καὶ ᾠκοδόμησαν ἑαυτοῖς πόλεις καὶ κατῴκησαν ἐν αὐταῖς. καὶ ἐποίησαν οὕτως οἱ υἱοὶ Βενιαμὶν καὶ ἔλαβον γυναῖκας εἰς ἀριθμὸν αὐτῶν ἀπὸ τῶν χορευουσῶν, ὧν ἥρπασαν· καὶ πορἐπορεύθησαν καὶ ὑπέστρεψαν εἰς τὴν κληρονομίαν αὐτῶν καὶ ᾠκοδόμησαν τὰς πόλεις καὶ ἐκάθισαν ἐν αὐταῖς.
24 καὶ περιεπάτησαν ἐκεῖθεν οἱ υἱοὶ Ἰσραὴλ ἐν τῷ καιρῷ ἐκείνῳ, ἀνὴρ εἰς τὴν φυλὴν αὐτοῦ καὶ εἰς τὴν συγγένειαν αὐτοῦ, καὶ ἀπῆλθον ἐκεῖθεν, ἀνὴρ εἰς τὴν κληρονομίαν αὐτοῦ. - καὶ περιεπάτησαν ἐκεῖθεν οἱ υἱοὶ Ἰσραὴλ ἐν τῷ καιρῷ ἐκείνῳ ἀνὴρ εἰς φυλὴν αὐτοῦ καὶ εἰς συγγένειαν αὐτοῦ, καὶ ἐξῆλθον ἐκεῖθεν ἀνὴρ εἰς κληρονομίαν αὐτοῦ.
25 ἐν ταῖς ἡμέραις ἐκείναις οὐκ ἦν βασιλεὺς ἐν Ἰσραήλ· ἀνὴρ ἕκαστος τὸ εὐθὲς ἐν ὀφθαλμοῖς αὐτοῦ ἐποίει. ἐν δὲ ταῖς ἡμέραις ἐκείναις οὐκ ἦν βασιλεὺς ἐν Ἰσραήλ· ἀνὴρ τὸ εὐθὲς ἐνώπιον αὐτοῦ ἐποίει.


Copyright © 2012 John Barach at GreekDoc.com


Motor Era Blog

Auto Service Repair Manuals on Motor Era