Car Repair Manuals

Judges

Chapter 18

Alexandrus

Vaticanus

1 Ἐν ταῖς ἡμέραις ἐκείναις οὐκ ἦν βασιλεὺς ἐν Ἰσραήλ. καὶ ἐν ταῖς ἡμέραις ἐκείναις ἐζήτει φυλὴ τοῦ Δὰν ἑαυτῇ κληρονομίαν τοῦ κατοικεῖν, ὅτι οὐκ ἔπεσεν αὐτῇ ἕως τῶν ἡμερῶν ἐκείνων ἐν μέσῳ φυλῶν Ἰσραὴλ κληρονομία. Ἐν ταῖς ἡμέραις ἐκείναις οὐκ ἦν βασιλεὺς ἐν Ἰσραήλ. καὶ ἐν ταῖς ἡμέραις ἐκείναις φυλὴ Δὰν ἐζήτει αὑτῇ κληρονομίαν κατοικῆσαι, ὅτι οὐκ ἐνέπεσεν αὐτῇ ἕως τῆς ἡμέρας ἐκείνης ἐν μέσῳ φυλῶν Ἰσραὴλ κληρονομία.
2 καὶ ἐξαπέστειλαν οἱ υἱοὶ Δὰν ἐκ τῶν συγγενειῶν αὐτῶν πέντε ἄνδρας ἀπὸ μέρους αὐτῶν υἱοὺς δυνάμεως ἐκ Σαραὰ καὶ Ἐσθαὸλ τοῦ κατασκέψασθαι τὴν γῆν καὶ ἐξιχνιάσαι αὐτὴν καὶ εἶπαν πρὸς αὐτούς πορΠορεύεσθε καὶ ἐξεραυνήσατε τὴν γῆν. καὶ παρεγένοντο εἰς ὄρος Ἐφραὶμ ἕως οἴκου Μιχὰ καὶ κατέπαυσαν ἐκεῖ. καὶ ἀπέστειλαν οἱ υἱοὶ Δὰν ἀπὸ δήμων αὐτῶν πέντε ἄνδρας υἱοὺς δυνάμεως ἀπὸ Σαραὰ καὶ ἀπὸ Ἐσθαὸλ τοῦ κατασκέψασθαι τὴν γῆν καὶ ἐξιχνιάσαι αὐτὴν καὶ εἶπαν πρὸς αὐτούς· πορπορεύεσθε καὶ ἐξιχνιάσατε τὴν γῆν. καὶ ἦλθον ἕως ὄρους Ἐφραὶμ ἕως οἴκου Μιχαία καὶ ηὐλίσθησαν ἐκεῖ
3 αὐτῶν ὄντων παρὰ τῷ οἴκῳ Μιχὰ καὶ αὐτοὶ ἐπέγνωσαν τὴν φωνὴν τοῦ παιδαρίου τοῦ νεωτέρου τοῦ Λευίτου καὶ ἐξέκλιναν ἐκεῖ καὶ εἶπαν αὐτῷ Τίς ἤγαγέν σὲ ὧδε, καὶ τί ποιεῖς ἐνταῦθα, καὶ τί σοί ἐστιν ὧδε; αὐτοὶ ἐν οἴκῳ Μιχαία, καὶ αὐτοὶ ἐπέγνωσαν τὴν φωνὴν τοῦ νεανίσκου τοῦ Λευίτου καὶ ἐξέκλιναν ἐκεῖ καὶ εἶπαν αὐτῷ· τίς ἤνεγκέν σὲ ὧδε, καὶ τί σὺ ποιεῖς ἐν τῷ τόπῳ τούτῳ, καὶ τί σοὶ ὧδε;
4 καὶ εἶπεν πρὸς αὐτούς Οὕτως καὶ οὕτως ἐποίησέν μοι Μιχὰ καὶ ἐμισθώσατό με, καὶ ἐγενήθην αὐτῷ εἰς ἱερέα. καὶ εἶπεν πρὸς αὐτούς· οὕτως καὶ οὕτως ἐποίησέν μοι Μιχαιὰς καὶ ἐμισθώσατό με, καὶ ἐγενόμην αὐτῷ εἰς ἱερέα.
5 καὶ εἶπαν αὐτῷ Ἐπερώτησον δὴ ἐν τῷ θεῷ, καὶ γνωσόμεθα εἰ κατευοδοῖ ὁδὸς ἡμῶν, ἣν ἡμεῖς πορπορευόμεθα ἐπ᾿ αὐτήν. καὶ εἶπαν αὐτῷ· ἐρώτησον δὴ ἐν τῷ θεῷ, καὶ γνωσόμεθα εἰ εύοδωθήσεται ὁδὸς ἡμῶν, ἐν ἡμεῖς πορπορευόμεθα ἐν αὐτῇ.
6 καὶ εἶπεν αὐτοῖς ἱερεύς πορΠορεύεσθε εἰς εἰρήνην ἐνώπιον κυρίου ὁδὸς ὑμῶν, καθ᾿ ἣν ὑμεῖς πορπορεύεσθε ἐν αὐτῇ. καὶ εἶπεν αὐτοῖς ἱερεύς· πορπορεύεσθε ἐν εἰρήνῃ· ἐνώπιον κυρίου ὁδὸς ὑμῶν, ἐν πορπορεύεσθε ἐν αὐτῇ.
7 καὶ πορἐπορεύθησαν οἱ πέντε ἄνδρες καὶ παρεγένοντο εἰς Λαισά· καὶ εἶδον τὸν λαὸν τὸν κατοικοῦντα ἐν αὐτῇ καθήμενον ἐν ἐλπίδι κατὰ τὴν σύγκρισιν τῶν Σιδωνίων, ἡσυχάζοντας ἐν ἐλπίδι καὶ μὴ δυναμένους λαλῆσαι ῥῆμα, ὅτι μακράν εἰσιν ἀπὸ Σιδῶνος, καὶ λόγος οὐκ ἦν αὐτοῖς μετὰ Συρίας. καὶ πορἐπορεύθησαν οἱ πέντε ἄνδρες καὶ ἦλθον εἰς Λαισά· καὶ εἶδαν τὸν λαὸν τὸν ἐν μέσῳ αὐτῆς καθήμενον ἐπ᾿ ἐλπίδι, ὡς κρίσις Σιδωνίων ἡσυχάζουσα, καὶ οὐκ ἔστιν διατρέπων καταισχύνων λόγον ἐν τῇ γῇ, κληρονόμος ἐκπιέζων θησαυροῦ, καὶ μακράν εἰσιν Σιδωνίων καὶ λόγον οὐκ ἔχουσιν πρὸς ἄνθρωπον.
8 καὶ παρεγένοντο οἱ πέντε ἄνδρες πρὸς τοὺς ἀδελφοὺς αὐτῶν εἰς Σαραὰ καὶ Ἐσθαόλ, καὶ ἔλεγον αὐτοῖς οἱ ἀδελφοὶ αὐτῶν Τί ὑμεῖς κάθησθε; καὶ ἦλθον οἱ πέντε ἄνδρες πρὸς τοὺς ἀδελφοὺς αὐτῶν εἰς Σαραὰ καὶ Ἐσθαὸλ καὶ εἶπον τοῖς ἀδελφοῖς αὐτῶν· τί ὑμεῖς κάθησθε;
9 καὶ εἶπαν Ἀνάστητε καὶ ἀναβῶμεν ἐπ᾿ αὐτούς· ὅτι εἰσήλθαμεν καὶ ἐνεπεριεπατήσαμεν ἐν τῇ γῇ ἕως Λαισὰ καὶ εἴδομεν τὸν λαὸν τὸν κατοικοῦντα ἐν αὐτῇ ἐν ἐλπίδι κατὰ τὸ σύγκριμα τῶν Σιδωνίων, καὶ μακρὰν ἀπέχοντες ἐκ Σιδῶνος, καὶ λόγος οὐκ ἦν αὐτοῖς μετὰ Συρίας· ἀλλὰ ἀνάστητε καὶ ἀναβῶμεν ἐπ᾿ αὐτούς, ὅτι εὑρήκαμεν τὴν γῆν καὶ ἰδοὺ ἀγαθὴ σφόδρα. καὶ ὑμεῖς σιωπᾶτε; μὴ ὀκνήσητε τοῦ πορευθῆναι τοῦ ἐλθεῖν καὶ κατακληρονομῆσαι τὴν γῆν. καὶ εἶπαν· ἀνάστητε καὶ ἀναβῶμεν ἐπ᾿ αὐτούς, ὅτι εἴδομεν τὴν γῆν καὶ ἰδοὺ ἀγαθὴ σφόδρα καὶ ὑμεῖς ἡσυχάζετε; μὴ ὀκνήσητε τοῦ πορευθῆναι καὶ εἰσελθεῖν τοῦ κληρονομῆσαι τὴν γῆν.
10 ἡνίκα ἂν εἰσέλθητε, ἥξετε πρὸς λαὸν πεποιθότα, καὶ γῆ εὐρύχωρος, ὅτι παρέδωκεν αὐτὴν θεὸς ἐν χειρὶ ὑμῶν, τόπος, οὗ οὐκ ἔστιν ἐκεῖ ὑστέρημα παντὸς ῥήματος, ὅσα ἐν τῇ γῇ. καὶ ἡνίκα ἂν ἔλθητε, εἰσελεύσεσθε πρὸς λαὸν ἐπ᾿ ἐλπίδι, καὶ γῆ πλατεῖα, ὅτι ἔδωκεν αὐτὴν θεὸς ἐν χειρὶ ὑμῶν, τόπος ὅπου οὐκ ἔστιν ἐκεῖ ὑστέρημα παντὸς ῥήματος τῶν ἐν τῇ γῇ.
11 Καὶ ἀπῆραν ἐκ συγγενείας τοῦ Δὰν ἐκ Σαραὰ καὶ Ἐσθαὸλ ἑξακόσιοι ἄνδρες περιεζωσμένοι σκεύη πολεμικά. Καὶ ἀπῆραν ἐκεῖθεν ἀπὸ δήμων τοῦ Δὰν ἀπὸ Σαραὰ καὶ ἀπὸ Ἐσθαὸλ ἑξακόσιοι ἄνδρες ἐζωσμένοι σκεύη παρατάξεως.
12 καὶ ἀνέβησαν καὶ παρενεβάλοσαν ἐν Καριαθιαρὶμ ἐν Ἰοῦδα· διὰ τοῦτο ἐκλήθη τῷ τόπῳ ἐκείνῳ Παρεμβολὴ Δὰν ἕως τῆς ἡμέρας ταύτης, ἰδοὺ κατόπισθεν Καριαθιαρίμ. καὶ ἀνέβησαν καὶ παρενέβαλον ἐν Καριαθιαρὶμ ἐν Ἰοῦδα· διὰ τοῦτο ἐκλήθη ἐν ἐκείνῳ τῷ τόπῳ Παρεμβολὴ Δὰν ἕως τῆς ἡμέρας ταύτης, ἰδοὺ ὀπίσω Καριαθιαρίμ.
13 πορπαρῆλθαν ἐκεῖθεν καὶ ἦλθαν ἕως τοῦ ὄρους Ἐφραὶμ καὶ ἦλθον ἕως οἴκου Μιχά. καὶ παρῆλθον ἐκεῖθεν ὄρος Ἐφραὶμ καὶ ἦλθον ἕως οἴκου Μιχαία.
14 καὶ ἀπεκρίθησαν οἱ πέντε ἄνδρες οἱ πορπορευόμενοι κατασκέψασθαι τὴν γῆν καὶ εἶπαν πρὸς τοὺς ἀδελφοὺς αὐτῶν Εἰ οἴδατε ὅτι ἐν τοῖς οἴκοις τούτοις ἐφοὺδ καὶ θεραφὶν καὶ γλυπτὸν καὶ χωνευτόν; καὶ νῦν γνῶτε τί ποιήσετε. καὶ ἀπεκρίθησαν οἱ πέντε ἄνδρες οἱ πεπορευμένοι κατασκέψασθαι τὴν γῆν Λαισὰ καὶ εἶπαν πρὸς τοὺς ἀδελφοὺς· αὐτῶν ἔγνωτε ὅτι ἔστιν ἐν τῷ οἴκῳ τούτῳ ἐφώδ, καὶ θεραφὶν καὶ γλυπτὸν καὶ χωνευτόν; καὶ νῦν γνῶτε , τι ποιήσετε.
15 καὶ ἐξέκλιναν ἐκεῖ καὶ εἰσήλθοσαν εἰς τὸν οἶκον τοῦ παιδαρίου τοῦ Λευίτου εἰς τὸν οἶκον Μιχὰ καὶ ἠσπάσαντο αὐτόν. καὶ ἐξέκλιναν ἐκεῖ καὶ εἰσῆλθον εἰς τὸν οἶκον τοῦ νεανίσκου τοῦ Λευίτου, οἶκον Μιχαία, καὶ ἠρώτησαν αὐτὸν εἰς εἰρήνην.
16 καὶ οἱ ἑξακόσιοι ἄνδρες περιεζωσμένοι σκεύη πολεμικὰ ἐστηλωμένοι παρὰ τὴν θύραν τοῦ πυλῶνος, οἱ ἐκ τῶν υἱῶν Δάν. καὶ οἱ ἑξακόσιοι ἄνδρες οἱ ἀνεζωσμένοι τὰ σκεύη τῆς παρατάξεως αὐτῶν ἑστῶτες παρὰ θύρας τῆς πύλης, οἱ ἐκ τῶν υἱῶν Δάν.
17 καὶ ἀνέβησαν οἱ πέντε ἄνδρες οἱ πορπορευόμενοι κατασκέψασθαι τὴν γῆν· ἐπελθόντες ἐκεῖ ἔλαβον τὸ γλυπτὸν καὶ τὸ ἐφοὺδ καὶ τὸ θεραφὶν καὶ τὸ χωνευτόν, καὶ ἱερεὺς ἐστηλωμένος παρὰ τῇ θύρᾳ τοῦ πυλῶνος καὶ οἱ ἑξακόσιοι ἄνδρες οἱ περιεζωσμένοι σκεύη πολεμικά. καὶ ἀνέβησαν οἱ πέντε ἄνδρες οἱ πορπορευθέντες κατασκέψασθαι τὴν γῆν
18 καὶ οὗτοι εἰσῆλθον εἰς οἶκον Μιχὰ καὶ ἔλαβον τὸ γλυπτὸν καὶ τὸ ἐφοὺδ καὶ τὸ θεραφὶν καὶ τὸ χωνευτόν. καὶ εἶπεν πρὸς αὐτοὺς ἱερεύς Τί ὑμεῖς ποιεῖτε; καὶ εἰσῆλθον ἐκεῖ εἰς οἶκον Μιχαία, καὶ ἱερεὺς ἑστώς· καὶ ἔλαβον τὸ γλυπτὸν καὶ τὸ ἐφὼδ καὶ τὸ θεραφὶν καὶ τὸ χωνευτόν. καὶ εἶπεν πρὸς αὐτοὺς ἱερεύς· τί ὑμεῖς ποιεῖτε;
19 καὶ εἶπαν πρὸς αὐτόν Κώφευσον ἐπίθες τὴν χεῖρά σου ἐπὶ τὸ στόμα σου καὶ ἐλθὲ μεθ᾿ ἡμῶν, καὶ ἔσῃ ἡμῖν εἰς πατέρα καὶ εἰς ἱερέα μὴ βέλτιον εἶναί σὲ ἱερέα· οἴκου ἀνδρὸς ἑνὸς γίνεσθαί σὲ ἱερέα φυλῆς καὶ συγγενείας ἐν Ἰσραήλ; καὶ εἶπαν αὐτῷ· κώφευσον, ἐπίθες τὴν χεῖρά σου ἐπὶ τὸ στόμα σου καὶ δεῦρο μεθ᾿ ἡμῶν καὶ γενοῦ ἡμῖν εἰς πατέρα καὶ εἰς ἱερέα· μὴ ἀγαθὸν εἶναί σὲ ἱερέα οἴκου ἀνδρὸς ἑνὸς γενέσθαι σὲ ἱερέα φυλῆς καὶ οἴκου εἰς δῆμον Ἰσραήλ;
20 καὶ ἠγαθύνθη καρδία τοῦ ἱερέως, καὶ ἔλαβεν τὸ ἐφοὺδ καὶ τὸ θεραφὶν καὶ τὸ γλυπτὸν καὶ τὸ χωνευτὸν καὶ εἰσῆλθεν ἐν μέσῳ τοῦ λαοῦ. καὶ ἠγαθύνθη καρδία τοῦ ἱερέως, καὶ ἔλαβεν τὸ ἐφὼδ καὶ τὸ θεραφὶν καὶ τὸ γλυπτὸν καὶ τὸ χωνευτὸν καὶ ἦλθεν ἐν μέσῳ τοῦ λαοῦ.
21 καὶ ἐπέστρεψαν καὶ ἀπῆλθαν· καὶ ἔταξαν τὴν πανοικίαν καὶ τὴν κτῆσιν αὐτοῦ τὴν ἔνδοξον ἔμπροσθεν αὐτῶν. καὶ ἐπέστρεψαν καὶ ἀπῆλθαν· καὶ ἔθηκαν τὰ τέκνα καὶ τὴν κτῆσιν καὶ τὸ βάρος ἔμπροσθεν αὐτῶν.
22 αὐτῶν δὲ μεμακρυγκότων ἀπὸ τοῦ οἴκου Μιχὰ καὶ ἰδοὺ Μιχὰ καὶ οἱ ἄνδρες οἱ σὺν τῷ οἴκῳ μετὰ Μιχὰ ἔκραζον κατοπίσω υἱῶν Δάν. αὐτοὶ ἐμάκρυναν ἀπὸ οἴκου Μιχαία καὶ ἰδοὺ Μιχαιὰς καὶ οἱ ἄνδρες οἱ ἐν ταῖς οἰκίαις ταῖς μετὰ οἴκου Μιχαία ἐβόησαν καὶ κατελάβοντο τοὺς υἱοὺς Δάν.
23 καὶ ἐπέστρεψαν οἱ υἱοὶ Δὰν τὰ πρόσωπα αὐτῶν καὶ εἶπαν πρὸς Μιχὰ Τί ἐστίν σοὶ, ὅτι ἔκραξας; καὶ ἐπέστρεψαν τὸ πρόσωπον αὐτῶν υἱοὶ Δὰν καὶ εἶπαν τῷ Μιχαία· τί ἐστίν σοὶ, ὅτι ἐβόησας;
24 καὶ εἶπεν Μιχὰ Ὅτι τὸ γλυπτόν μου, ἐποίησα ἐμαυτῷ, ἐλάβετε καὶ τὸν ἱερέα καὶ ἀπήλθατε· καὶ τί ἐμοὶ ἔτι; καὶ Τί τοῦτο λέγετέ μοι τί τοῦτο κράζεις; καὶ εἶπεν Μιχαιάς· ὅτι τὸ γλυπτόν μου, ἐποίησα, ἐλάβετε καὶ τὸν ἱερέα καὶ πορἐπορεύθητε· καὶ τί ἐμοὶ ἔτι; καὶ τί τοῦτο λέγετε πρός με· τί κράζεις;
25 καὶ εἶπον πρὸς αὐτὸν οἱ υἱοὶ Δὰν Μὴ ἀκουσθήτω δὴ φωνή σου μεθ᾿ ἡμῶν, μήποτε ἀπαντήσωσιν ὑμῖν ἄνδρες κατώδυνοι ψυχῇ, καὶ προσθήσεις τὴν ψυχήν σου καὶ τὴν ψυχὴν τοῦ οἴκου σου. καὶ εἶπον πρὸς αὐτὸν οἱ υἱοὶ Δάν· μὴ ἀκουσθήτω δὴ φωνή σου μεθ᾿ ἡμῶν, μήποτε συναντήσωσιν ἐν ἡμῖν ἄνδρες πικροὶ ψυχῇ καὶ προσθήσουσιν ψυχὴν καὶ τὴν ψυχὴν τοῦ οἴκου σου.
26 καὶ πορἐπορεύθησαν οἱ υἱοὶ Δὰν εἰς τὴν ὁδὸν αὐτῶν· καὶ εἶδεν Μιχὰ ὅτι ἰσχυρότεροί εἰσιν αὐτοῦ, καὶ ἐξένευσεν καὶ ἀνέστρεψεν εἰς τὸν οἶκον αὐτοῦ. καὶ πορἐπορεύθησαν οἱ υἱοὶ Δὰν εἰς ὁδὸν αὐτῶν· καὶ εἶδεν Μιχαιὰς ὅτι δυνατώτεροί εἰσιν ὑπὲρ αὐτόν, καὶ ἐπόστρεψεν εἰς τὸν οἶκον αὐτοῦ.
27 Καὶ αὐτοὶ ἔλαβον ὅσα ἐποίησεν Μιχά, καὶ τὸν ἱερέα, ὃς ἦν αὐτῷ, καὶ ἦλθον ἕως Λαισὰ ἐπὶ λαὸν ἡσυχάζοντα καὶ πεποιθότα καὶ ἐπάταξαν αὐτοὺς ἐν στόματι ῥομφαίας καὶ τὴν πόλιν ἐνέπρησαν· καὶ οἱ υἱοὶ Δὰν ἔλαβον ἐποίησεν Μιχαιάς, καὶ τὸν ἱερέα ὃς ἦν αὐτῷ, καὶ ἦλθον ἐπὶ Λαισά, ἐπὶ λαὸν ἡσυχάζοντα καὶ πεποιθότα ἐπ᾿ ἐλπίδι καὶ ἐπάταξαν αὐτοὺς ἐν στόματι ῥομφαίας καὶ τὴν πόλιν ἐνέπρησαν ἐν πυρί·
28 καὶ οὐκ ἔστιν ἐξαιρούμενος, ὅτι μακράν ἐστιν ἀπὸ Σιδωνίων, καὶ λόγος οὐκ ἔστιν αὐτοῖς μετὰ ἀνθρώπων, καὶ αὐτὴ ἐν κοιλάδι, ἐστιν τοῦ οἴκου Ῥοώβ. καὶ ᾠκοδόμησαν τὴν πόλιν καὶ κατῴκησαν ἐν αὐτῇ καὶ οὐκ ἦν ῥυόμενος, ὅτι μακράν ἐστιν ἀπὸ Σιδωνίων, καὶ λόγος οὐκ ἔστιν αὐτοῖς μετὰ ἀνθρώπου, καὶ αὐτὴ ἐν τῇ κοιλάδι τοῦ οἴκου Ῥαάβ. καὶ ᾠκοδόμησαν τὴν πόλιν καὶ κατεσκήνωσαν ἐν αὐτῇ
29 καὶ ἐκάλεσαν τὸ ὄνομα τῆς πόλεως Δὰν κατὰ τὸ ὄνομα τοῦ πατρὸς αὐτῶν, ὃς ἐγενήθη τῷ Ἰσραήλ· καὶ ἦν Λαὶς ὄνομα τῇ πόλει τὸ πρότερον. καὶ ἐκάλεσαν τὸ ὄνομα τῆς πόλεως Δὰν ἐν ὀνόματι Δὰν πατρὸς αὐτῶν, ὃς ἐτέχθη τῷ Ἰσραήλ· καὶ Οὐλαμαὶς τὸ ὄνομα τῆς πόλεως τὸ πρότερον.
30 καὶ ἀνέστησαν ἑαυτοῖς οἱ υἱοὶ τοῦ Δὰν τὸ γλυπτὸν Μιχά· καὶ Ἰωνάθαν υἱὸς Γηρσὼμ υἱοῦ Μωυσῆ, αὐτὸς καὶ οἱ υἱοὶ αὐτοῦ ἦσαν ἱερεῖς τῇ φυλῇ Δὰν ἕως τῆς ἡμέρας τῆς μετοικεσίας τῆς γῆς. καὶ ἔστησαν ἑαυτοῖς οἱ υἱοὶ Δὰν τὸ γλυπτόν· καὶ Ἰωναθὰμ υἱὸς Γηρσὸμ υἱὸς Μανασσῆ, αὐτὸς καὶ οἱ υἱοὶ αὐτοῦ ἦσαν ἱερεῖς τῇ φυλῇ Δὰν ἕως ἡμέρας ἀποικίας τῆς γῆς.
31 καὶ ἔταξαν ἑαυτοῖς τὸ γλυπτὸν Μιχά, ἐποίησεν, πάσας τὰς ἡμέρας, ὅσας ἦν οἶκος τοῦ θεοῦ ἐν Σηλώ. καὶ ἔθηκαν αὐτοῖς τὸ γλυπτόν, ἐποίησεν Μιχαιὰς πάσας τὰς ἡμέρας, ἃς ἦν οἶκος τοῦ θεοῦ ἐν Σηλώμ.


Copyright © 2012 John Barach at GreekDoc.com


Motor Era Blog

Auto Service Repair Manuals on Motor Era