Car Repair Manuals

Judges

Chapter 2

Alexandrus

Vaticanus

1 Καὶ ἀνέβη ἄγγελος κυρίου ἀπὸ Γαλγὰλ ἐπὶ τὸν Κλαυθμῶνα καὶ ἐπὶ Βαιθὴλ καὶ ἐπὶ τὸν οἶκον Ἰσραὴλ καὶ εἶπεν πρὸς αὐτούς κύριος κύριος ἀνεβίβασεν ὑμᾶς ἐξ Αἰγύπτου καὶ εἰσήγαγεν ὑμᾶς εἰς τὴν γῆν, ἣν ὤμοσεν τοῖς πατράσιν ὑμῶν τοῦ δοῦναι ὑμῖν, καὶ εἶπεν ὑμῖν Οὐ διασκεδάσω τὴν διαθήκην μου τὴν μεθ᾿ ὑμῶν εἰς τὸν αἰῶνα· Καὶ ἀνέβη ἄγγελος κυρίου ἀπὸ Γαλγὰλ ἐπὶ τὸν κλαυθμῶνα καὶ ἐπὶ Βαιθὴλ καὶ ἐπὶ τὸν οἶκον Ἰσραήλ, καὶ εἶπεν πρὸς αὐτούς Τάδε λέγει κύριος Ἀνεβίβασα ὑμᾶς ἐξ Αἰγύπτου, καὶ εἰσήγαγον ὑμᾶς εἰς τὴν γῆν ἣν ὤμοσα τοῖς πατράσιν ὑμῶν, καὶ εἶπα Οὐ διασκεδάσω τὴν διαθήκην μου τὴν μεθ᾿ ὑμῶν εἰς τὸν αἰῶνα.
2 καὶ ὑμεῖς οὐ διαθήσεσθε διαθήκην τοῖς ἐγκαθημένοις εἰς τὴν γῆν ταύτην οὐδὲ τοῖς θεοῖς αὐτῶν οὐ μὴ προσκυνήσητε, ἀλλὰ τὰ γλυπτὰ αὐτῶν συντρίψετε καὶ τὰ θυσιαστήρια αὐτῶν κατασκάψετε. καὶ οὐκ εἰσηκούσατε τῆς φωνῆς μου, ὅτε ταῦτα ἐποιήσατε. καὶ ὑμεῖς οὐ διαθήσεσθε διαθήκην τοῖς ἐγκαθημένοις εἰς τὴν γῆν ταύτην, οὐδὲ τοῖς θεοῖς αὐτῶν προσκυνήσετε, ἀλλὰ τὰ γλυπτὰ αὐτῶν συντρίψετε, καὶ τὰ θυσιαστήρια αὐτῶν καθελεῖτε· καὶ οὐκ εἰσηκούσατε τῆς φωνῆς μου, ὅτι ταῦτα ἐποιήσατε.
3 καὶ ἐγὼ εἶπα Οὐ προσθήσω τοῦ μετοικίσαι τὸν λαόν, ὃν εἶπα τοῦ ἐξολεθρεῦσαι αὐτοὺς ἐκ προσώπου ὑμῶν, καὶ ἔσονται ὑμῖν εἰς συνοχάς, καὶ οἱ θεοὶ αὐτῶν ἔσονται ὑμῖν εἰς σκάνδαλον. κἀγὼ εἶπον Οὐ μὴ ἐξαρῶ αὐτοὺς ἐκ προσώπου ὑμῶν, καὶ ἔσονται ὑμῖν εἰς συνοχάς, καὶ οἱ θεοὶ αὐτῶν ἔσονται ὑμῖν εἰς σκάνδαλον.
4 καὶ ἐγένετο ὡς ἐλάλησεν ἄγγελος κυρίου τοὺς λόγους τούτους πρὸς πάντα Ἰσραήλ, καὶ ἐπῆρεν λαὸς τὴν φωνὴν αὐτῶν καὶ ἔκλαυσαν. καὶ ἐγένετο ὡς ἐλάλησεν ἄγγελος κυρίου τοὺς λόγους τούτους πρὸς πάντας υἱοὺς Ἰσραὴλ καὶ ἐπῆραν λαὸς τὴν φωνὴν αὐτῶν καὶ ἔκλαυσαν.
5 διὰ τοῦτο ἐκλήθη τὸ ὄνομα τοῦ τόπου ἐκείνου Κλαυθμών· καὶ ἔθυσαν ἐκεῖ τῷ κυρίῳ. καὶ ἐπωνόμασαν τὸ ὄνομα τοῦ τόπου ἐκείνου Κλαυθμῶνες· καὶ ἐθυσίασαν ἐκεῖ τῷ κυρίῳ.
6 Καὶ ἐξαπέστειλεν Ἰησοῦς τὸν λαόν, καὶ ἀπῆλθαν οἱ υἱοὶ Ἰσραὴλ ἕκαστος εἰς τὸν οἶκον αὐτοῦ καὶ εἰς τὴν κληρονομίαν αὐτοῦ τοῦ κατακληρονομῆσαι τὴν γῆν. Καὶ ἐξαπέστειλεν Ἰησοῦς τὸν λαὸν καὶ ἦλθεν ἀνὴρ εἰς τὴν κληρονομίαν αὐτοῦ κατακληρονομῆσαι τὴν γῆν.
7 καὶ ἐδούλευσεν λαὸς τῷ κυρίῳ πάσας τὰς ἡμέρας Ἰησοῦ καὶ πάσας τὰς ἡμέρας τῶν πρεσβυτέρων, ὅσοι ἐμακροημέρευσαν μετὰ Ἰησοῦν, ὅσοι ἔγνωσαν πᾶν τὸ ἔργον κυρίου τὸ μέγα, ἐποίησεν τῷ Ἰσραήλ. καὶ ἐδούλευσεν λαὸς τῷ κυρίῳ πάσας τὰς ἡμέρας Ἰησοῦ καὶ πάσας τὰς ἡμέρας τῶν πρεσβυτέρων, ὅσοι ἐμακροημέρευσαν μετὰ Ἰησοῦ, ὅσοι ἔγνωσαν πᾶν τὸ ἔργον κυρίου τὸ μέγα, ἐποίησεν ἐν τῷ Ἰσραήλ.
8 καὶ ἐτελεύτησεν Ἰησοῦς υἱὸς Ναυὴ δοῦλος κυρίου υἱὸς ἑκατὸν δέκα ἐτῶν. καὶ ἐτελεύτησεν Ἰησοῦς υἱὸς Ναυὴ δοῦλος κυρίου, υἱὸς ἑκατὸν δέκα ἐτῶν.
9 καὶ ἔθαψαν αὐτὸν ἐν ὁρίῳ τῆς κληρονομίας αὐτοῦ ἐν Θαμναθαρὲς ἐν ὄρει Ἐφραὶμ ἀπὸ βορρᾶ τοῦ ὄρους Γαάς. καὶ ἔθαψαν αὐτὸν ἐν ὁρίῳ τῆς κληρονομίας αὐτοῦ ἐν Θαμναθαρὲς ἐν ὄρει Ἐφραίμ, ἀπὸ βορρᾶ τοῦ ὄρους Γαάς.
10 καὶ πᾶσα γενεὰ ἐκείνη προσετέθησαν πρὸς τοὺς πατέρας αὐτῶν, καὶ ἀνέστη γενεὰ ἑτέρα μετ᾿ αὐτούς, ὅσοι οὐκ ἔγνωσαν τὸν κύριον καὶ τὸ ἔργον, ἐποίησεν τῷ Ἰσραήλ. καὶ γε πᾶσα γενεὰ ἐκείνη προσετέθησαν πρὸς τοὺς πατέρας αὐτῶν· καὶ ἀνέστη γενεὰ ἑτέρα μετ᾿ αὐτούς, οἳ οὐκ ἔγνωσαν τὸν κύριον καὶ γε τὸ ἔργον ἐποίησεν ἐν τῷ Ἰσραήλ.
11 Καὶ ἐποίησαν οἱ υἱοὶ Ἰσραὴλ τὸ πονηρὸν ἐναντίον κυρίου καὶ ἐλάτρευον τοῖς Βααλίμ. Καὶ ἐποίησαν οἱ υἱοὶ Ἰσραὴλ τὸ πονηρὸν ἐνώπιον κυρίου, καὶ ἐλάτρευσαν τοῖς Βααλίμ.
12 καὶ ἐγκατέλιπον τὸν κύριον θεὸν τῶν πατέρων αὐτῶν τὸν ἐξαγαγόντα αὐτοὺς ἐκ γῆς Αἰγύπτου καὶ πορἐπορεύθησαν ὀπίσω θεῶν ἑτέρων ἀπὸ τῶν θεῶν τῶν λαῶν τῶν περικύκλῳ αὐτῶν καὶ προσεκύνησαν αὐτοῖς καὶ παρώργισαν τὸν κύριον καὶ ἐγκατέλιπον τὸν κύριον τὸν θεὸν τῶν πατέρων αὐτῶν τὸν ἐξαγαγόντα αὐτοὺς ἐκ γῆς Αἰγύπτου, καὶ πορἐπορεύθησαν ὀπίσω θεῶν ἑτέρων ἀπὸ τῶν θεῶν τῶν ἐθνῶν τῶν περικύκλῳ αὐτῶν, καὶ προσεκύνησαν αὐτοῖς· καὶ παρώργισαν τὸν κύριον
13 καὶ ἐγκατέλιπον τὸν κύριον καὶ ἐλάτρευσαν τῇ Βάαλ καὶ ταῖς Ἀστάρταις. καὶ ἐγκατέλιπον αὐτὸν, καὶ ἐλάτρευσαν τῷ Βάαλ καὶ ταῖς Ἀστάρταις.
14 καὶ ὠργίσθη θυμῷ κύριος τῷ Ἰσραὴλ καὶ παρέδωκεν αὐτοὺς ἐν χειρὶ προνομευόντων, καὶ ἐπρονόμευσαν αὐτούς· καὶ ἀπέδοτο αὐτοὺς ἐν χειρὶ τῶν ἐχθρῶν αὐτῶν κυκλόθεν, καὶ οὐκ ἠδυνάσθησαν ἀντιστῆναι κατὰ πρόσωπον τῶν ἐχθρῶν αὐτῶν. καὶ ὠργίσθη θυμῷ κύριος ἐν τῷ Ἰσραήλ, καὶ παρέδωκεν αὐτοὺς εἰς χεῖρας προνομευόντων, καὶ κατεπρονόμευσαν αὐτούς· καὶ ἀπέδοτο αὐτοὺς ἐν χερσὶ τῶν ἐχθρῶν αὐτῶν κυκλόθεν, καὶ οὐκ ἠδυνήθησαν ἔτι ἀντιστῆναι κατὰ πρόσωπον τῶν ἐχθρῶν αὐτῶν
15 ἐν πᾶσιν, οἷς ἐπόρνευον, καὶ χεὶρ κυρίου ἦν αὐτοῖς εἰς κακά, καθὼς ἐλάλησεν κύριος καὶ καθὼς ὤμοσεν κύριος, καὶ ἐξέθλιψεν αὐτοὺς σφόδρα. ἐν πᾶσιν οἷς ἐξεπορεύοντο. καὶ χεὶρ κυρίου ἦν ἐπ᾿ αὐτοὺς εἰς κακά, καθὼς ἐλάλησεν κύριος, καὶ καθὼς ὤμοσεν κύριος αὐτοῖς, καὶ ἐξέθλιψεν αὐτοὺς σφόδρα.
16 καὶ ἤγειρεν αὐτοῖς κύριος κριτὰς καὶ ἔσωσεν αὐτοὺς ἐκ χειρὸς τῶν προνομευόντων αὐτούς. καὶ ἤγειρεν κύριος κριτάς, καὶ ἔσωσεν αὐτοὺς κύριος ἐκ χειρὸς τῶν προνομευόντων αὐτούς.
17 καὶ γε τῶν κριτῶν αὐτῶν οὐκ ἐπήκουσαν, ὅτι ἐξεπόρνευσαν ὀπίσω θεῶν ἑτέρων καὶ προσεκύνησαν αὐτοῖς καὶ παρώργισαν τὸν κύριον· καὶ ἐξέκλιναν ταχὺ ἐκ τῆς ὁδοῦ, ἧς πορἐπορεύθησαν οἱ πατέρες αὐτῶν τοῦ εἰσακούειν ἐντολὰς κυρίου, οὐκ ἐποίησαν οὕτως. καὶ γε τῶν κριτῶν οὐχ ὑπήκουσαν, ὅτι ἐξεπόρνευσαν ὀπίσω θεῶν ἑτέρων καὶ προσεκύνησαν αὐτοῖς, καὶ ἐξέκλιναν ταχὺ ἐκ τῆς ὁδοῦ ἧς πορἐπορεύθησαν οἱ πατέρες αὐτῶν τοῦ εἰσακούειν τῶν λόγων κυρίου· οὐκ ἐποίησαν οὕτως.
18 καὶ ὅτι ἤγειρεν αὐτοῖς κύριος κριτάς, καὶ ἦν κύριος μετὰ τοῦ κριτοῦ καὶ ἔσωσεν αὐτοὺς ἐκ χειρὸς τῶν ἐχθρῶν αὐτῶν πάσας τὰς ἡμέρας τοῦ κριτοῦ, ὅτι παρεκλήθη κύριος ἀπὸ τοῦ στεναγμοῦ αὐτῶν ἀπὸ προσώπου τῶν πολιορκούντων αὐτοὺς καὶ κακούντων αὐτούς. καὶ ὅτι ἤγειρεν κύριος κριτὰς αὐτοῖς, καὶ ἦν κύριος μετὰ τοῦ κριτοῦ καὶ ἔσωσεν αὐτοὺς ἐκ χειρὸς ἐχθρῶν αὐτῶν πάσας τὰς ἡμέρας τοῦ κριτοῦ· ὅτι παρεκλήθη κύριος ἀπὸ τοῦ στεναγμοῦ αὐτῶν ἀπὸ προσώπου τῶν πολιορκούντων αὐτοὺς καὶ ἐκθλιβόντων αὐτούς.
19 καὶ ἐγένετο ὡς ἀπέθνῃσκεν κριτής, καὶ ἀπέστρεψαν καὶ πάλιν διέφθειραν ὑπὲρ τοὺς πατέρας αὐτῶν πορευθῆναι ὀπίσω θεῶν ἑτέρων λατρεύειν αὐτοῖς· καὶ προσκυνεῖν αὐτοῖς οὐκ ἀπέρριψαν τὰ ἐπιτηδεύματα αὐτῶν καὶ οὐκ ἀπέστησαν ἀπὸ τῆς ὁδοῦ αὐτῶν τῆς σκληρᾶς. καὶ ἐγένετο ὡς ἀπέθνῃσκεν κριτής, καὶ ἀπέστρεψαν καὶ πάλιν διέφθειραν ὑπὲρ τοὺς πατέρας αὐτῶν πορπορεύεσθαι ὀπίσω θεῶν ἑτέρων, λατρεύειν αὐτοῖς· καὶ προσκυνεῖν αὐτοῖς οὐκ ἀπέρριψαν τὰ ἐπιτηδεύματα αὐτῶν καὶ τὰς ὁδοὺς αὐτῶν τὰς σκληράς.
20 καὶ ὠργίσθη θυμῷ κύριος ἐν τῷ Ἰσραὴλ καὶ εἶπεν Ἀνθ᾿ ὧν ὅσα ἐγκατέλιπαν τὸ ἔθνος τοῦτο τὴν διαθήκην μου, ἣν ἐνετειλάμην τοῖς πατράσιν αὐτῶν, καὶ οὐχ ὑπήκουσαν τῆς φωνῆς μου, Καὶ ὠργίσθη θυμῷ κύριος ἐν τῷ Ἰσραὴλ καὶ εἶπεν Ἀνθ᾿ ὧν ὅσα ἐγκατέλιπον τὸ ἔθνος τοῦτο τὴν διαθήκην μου ἣν ἐνετειλάμην τοῖς πατράσιν αὐτῶν, καὶ οὐκ εἰσήκουσαν τῆς φωνῆς μου,
21 καὶ ἐγὼ οὐ προσθήσω τοῦ ἐξᾶραι ἄνδρα ἐκ προσώπου αὐτῶν ἀπὸ τῶν ἐθνῶν, ὧν κατέλιπεν Ἰησοῦς καὶ ἀφῆκεν, καὶ γε ἐγὼ οὐ προσθήσω τοῦ ἐξᾶραι ἄνδρα ἐκ προσώπου αὐτῶν ἀπὸ τῶν ἐθνῶν ὧν κατέλιπεν Ἰησοῦς υἱὸς Ναυὴ ἐν τῇ γῇ, καὶ ἀφῆκεν
22 τοῦ πειράσαι ἐν αὐτοῖς τὸν Ἰσραὴλ εἰ φυλάσσονται τὴν ὁδὸν κυρίου πορπορεύεσθαι ἐν αὐτῇ, ὃν τρόπον ἐφυλάξαντο οἱ πατέρες αὐτῶν, οὔ. τοῦ πειράσαι ἐν αὐτοῖς τὸν Ἰσραήλ, εἰ φυλάσσονται τὴν ὁδὸν κυρίου πορπορεύεσθαι ἐν αὐτῇ, ὃν τρόπον ἐφύλαξαν οἱ πατέρες αὐτῶν, οὔ.
23 καὶ ἀφῆκεν κύριος τὰ ἔθνη ταῦτα τοῦ μὴ ἐξᾶραι αὐτὰ τὸ τάχος καὶ οὐ παρέδωκεν αὐτὰ ἐν χειρὶ Ἰησοῦ. καὶ ἀφῆκεν κύριος τὰ ἔθνη ταῦτα τοῦ μὴ ἐξᾶραι αὐτὰ τὸ τάχος, καὶ οὐ παρέδωκεν αὐτὰ ἐν χειρὶ Ἰησοῦ.


Copyright © 2012 John Barach at GreekDoc.com


Motor Era Blog

Auto Service Repair Manuals on Motor Era