Car Repair Manuals

Numbers

Ἀριθμοί

Chapter 26

1 Καὶ ἐγένετο μετὰ τὴν πληγὴν καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν καὶ πρὸς Ἐλεαζὰρ τὸν ἱερέα λέγων 2 Λαβὲ τὴν ἀρχὴν πάσης συναγωγῆς υἱῶν Ἰσραὴλ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω κατ᾿ οἴκους πατριῶν αὐτῶν, πᾶς ἐκπορευόμενος παρατάξασθαι ἐν Ἰσραήλ.

3 Καὶ ἐλάλησεν Μωυσῆς καὶ Ἐλεαζὰρ ἱερεὺς ἐν Ἀραβὼθ Μωὰβ ἐπὶ τοῦ Ἰορδάνου κατὰ Ἰεριχὼ λέγων 4 Ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω ὃν τρόπον συνέταξεν κύριος τῷ Μωυσῇ. Καὶ οἱ υἱοὶ Ἰσραὴλ οἱ ἐξελθόντες ἐξ Αἰγύπτου· 5 Ῥουβὴν πρωτότοκος Ἰσραήλ. υἱοὶ δὲ Ῥουβήν· Ἐνὼχ καὶ δῆμος τοῦ Ἐνὼχ τῷ Φαλλοὺ δῆμος τοῦ Φαλλουί· 6 τῷ Ἀσρὼν δῆμος τοῦ Ἀσρωνί· τῷ Χαρμὶ δῆμος τοῦ Χαρμί. 7 οὗτοι δῆμοι Ῥουβήν· καὶ ἐγένετο ἐπίσκεψις αὐτῶν τρεῖς καὶ τεσσαράκοντα χιλιάδες καὶ ἑπτακόσιοι καὶ τριάκοντα. -

8 Καὶ υἱοὶ Φαλλοὺ Ἐλιάβ. 9 καὶ υἱοὶ Ἐλιάβ· Ναμουὴλ καὶ Δαθὰν καὶ Ἀβιρών· οὗτοι ἐπίκλητοι τῆς συναγωγῆς, οὗτοί εἰσιν οἱ ἐπισυστάντες ἐπὶ Μωυσῆν καὶ Ἀαρὼν ἐν τῇ συναγωγῇ Κορὲ ἐν τῇ ἐπισυστάσει κυρίου, 10 καὶ ἀνοίξασα γῆ τὸ στόμα αὐτῆς κατέπιεν αὐτοὺς καὶ Κορὲ ἐν τῷ θανάτῳ τῆς συναγωγῆς αὐτοῦ, ὅτε κατέφαγεν τὸ πῦρ τοὺς πεντήκοντα καὶ διακοσίους, καὶ ἐγενήθησαν ἐν σημείῳ, 11 οἱ δὲ υἱοὶ Κορὲ οὐκ ἀπέθανον.

12 Καὶ οἱ υἱοὶ Συμεών· δῆμος τῶν υἱῶν Συμεών· τῷ Ναμουὴλ δῆμος Ναμουηλί· τῷ Ἰαμὶν δῆμος Ἰαμινί· τῷ Ἰαχὶν δῆμος Ἰαχινί· 13 τῷ Ζαρὰ δῆμος Ζαραῒ τῷ Σαοὺλ δῆμος Σαουλί. 14 οὗτοι δῆμοι Συμεὼν ἐκ τῆς ἐπισκέψεως αὐτῶν, δύο καὶ εἴκοσι χιλιάδες καὶ διακόσιοι.

15 Υἱοὶ δὲ Ἰοῦδα· Ἢρ καὶ Αὐνάν· καὶ ἀπέθανεν Ἢρ καὶ Αὐνὰν ἐν γῇ Χαναάν. 16 ἐγένοντο δὲ οἱ υἱοὶ Ἰοῦδα κατὰ δήμους αὐτῶν· τῷ Σηλὼν δῆμος Σηλωνί· τῷ Φαρὲς δῆμος Φαρὲς τῷ Ζαρὰ δῆμος Ζαραΐ. 17 καὶ ἐγένοντο υἱοὶ Φαρές· τῷ Ἀσρὼν δῆμος Ἀσρωνί· τῷ Ἰαμοὺν δῆμος Ἰαμουνί. 18 οὗτοι δῆμοι τῷ Ἰοῦδα κατὰ τὴν ἐπισκοπὴν αὐτῶν, ἓξ καὶ ἑβδομήκοντα χιλιάδες καὶ πεντακόσιοι.

19 Καὶ υἱοὶ Ἰσσαχὰρ κατὰ δήμους αὐτῶν· τῷ Θωλὰ δῆμος Θωλαΐ· τῷ Φουὰ δῆμος Φουαΐ· 20 τῷ Ἰασοὺβ δῆμος Ἰασουβί· τῷ Σαμαρὰν δῆμος Σαμαρανί. 21 οὗτοι δῆμοι Ἰσσαχὰρ ἐξ ἐπισκέψεως αὐτῶν, τέσσαρες καὶ ἑξήκοντα χιλιάδες καὶ τριακόσιοι.

22 Υἱοὶ Ζαβουλὼν κατὰ δήμους αὐτῶν· τῷ Σαρὲδ δῆμος Σαρεδί· τῷ Ἀλλὼν δῆμος Ἀλλωνί· τῷ Ἀλλὴλ δῆμος Ἀλληλί. 23 οὗτοι δῆμοι Ζαβουλών ἐξ ἐπισκέψεως αὐτῶν, ἑξήκοντα χιλιάδες καὶ πεντακόσιοι.

24 Υἱοὶ Γὰδ κατὰ δήμους αὐτῶν· τῷ Σαφὼν δῆμος Σαφωνί· τῷ Ἀγγὶ δῆμος Ἀγγί· τῷ Σουνὶ δῆμος Σουνί· 25 τῷ Ἀζενὶ δῆμος Ἀζενί· τῷ Ἀδδὶ δῆμος Ἀδδί· 26 τῷ Ἀροαδὶ δῆμος Ἀροαδί· τῷ Ἀριὴλ δῆμος Ἀριηλί. 27 οὗτοι δῆμοι υἱῶν Γὰδ ἐξ ἐπισκέψεως αὐτῶν, τεσσαράκοντα χιλιάδες καὶ πεντακόσιοι.

28 Υἱοὶ Ἀσὴρ κατὰ δήμους αὐτῶν τῷ Ἰαμὶν δῆμος Ἰαμινί· τῷ Ἰεσοὺ δῆμος Ἰεσουί· τῷ Βαριὰ δῆμος Βαριαΐ· 29 τῷ Χοβὲρ δῆμος Χοβερί· τῷ Μελχιὴλ δῆμος Μελχιηλί. 30 καὶ τὸ ὄνομα θυγατρὸς Ἀσὴρ Σάρα. 31 οὗτοι δῆμοι Ἀσὴρ ἐξ ἐπισκέψεως αὐτῶν, τρεῖς καὶ πεντήκοντα χιλιάδες καὶ τετρακόσιοι.

32 Υἱοὶ Ἰωσὴφ κατὰ δήμους αὐτῶν· Μανασσῆ καὶ Ἐφραίμ. -

33 Υἱοὶ Μανασσῆ· τῷ Μαχὶρ δῆμος Μαχιρί· καὶ Μαχὶρ ἐγέννησεν τὸν Γαλαάδ· τῷ Γαλαὰδ δῆμος Γαλααδί. 34 καὶ οὗτοι υἱοὶ Γαλαάδ· τῷ Ἀχιεζὲρ δῆμος Ἀχιεζερί· τῷ Χελὲγ δῆμος Χελεγί· 35 τῷ Ἐσριὴλ δῆμος Ἐσριηλί· τῷ Συχὲμ δῆμος Συχεμί· 36 τῷ Συμαὲρ δῆμος Συμαερί· καὶ τῷ Οφὲρ δῆμος Ὀφερί. 37 καὶ τῷ Σαλπαὰδ υἱῷ Οφὲρ οὐκ ἐγένοντο αὐτῷ υἱοί, ἀλλ᾿ θυγατέρες, καὶ ταῦτα τὰ ὀνόματα τῶν θυγατέρων Σαλπαάδ· Μαλὰ καὶ Νούα καὶ Ἐγλὰ καὶ Μελχὰ καὶ Θερσά. 38 οὗτοι δῆμοι Μανασσῆ ἐξ ἐπισκέψεως αὐτῶν, δύο καὶ πεντήκοντα χιλιάδες καὶ ἑπτακόσιοι.

39 Καὶ οὗτοι υἱοὶ Ἐφραὶμ· τῷ Σουταλὰ δῆμος Σουταλαΐ· τῷ Τανὰχ δῆμος Ταναχί. 40 οὗτοι υἱοὶ Σουταλά· τῷ Ἐδὲν δῆμος Ἐδενί. 41 οὗτοι δῆμοι Ἐφραὶμ ἐξ ἐπισκέψεως αὐτῶν, δύο καὶ τριάκοντα χιλιάδες καὶ πεντακόσιοι. - οὗτοι δῆμοι υἱῶν Ἰωσὴφ κατὰ δήμους αὐτῶν.

42 Υἱοὶ Βενιαμὶν κατὰ δήμους αὐτῶν· τῷ Βαλὲ δῆμος Βαλεΐ· τῷ Ασυβὴρ δῆμος Ασυβηρί· τῷ Ἰαχιρὰν δῆμος Ἰαχιρανί· 43 τῷ Σωφὰν δῆμος Σωφανί. 44 καὶ ἐγένοντο οἱ υἱοὶ Βαλὲ Ἀδάρ. καὶ Νοεμάν· τῷ Ἀδὰρ δῆμος Ἀδαρί· τῷ Νοεμὰν δῆμος Νοεμανί. 45 οὗτοι υἱοὶ Βενιαμὶν κατὰ δήμους αὐτῶν ἐξ ἐπισκέψεως αὐτῶν, πέντε καὶ τεσσαράκοντα χιλιάδες καὶ ἑξακόσιοι.

46 Καὶ υἱοὶ Δὰν κατὰ δήμους αὐτῶν· τῷ Σαμὶ δῆμος Σαμί· οὗτοι δῆμοι Δὰν κατὰ δήμους αὐτῶν. 47 πάντες οἱ δῆμοι Σαμὶ κατ᾿ ἐπισκοπὴν αὐτῶν τέσσαρες καὶ ἑξήκοντα χιλιάδες καὶ τετρακόσιοι.

48 Υἱοὶ Νεφθαλὶ κατὰ δήμους αὐτῶν· τῷ Ἀσιὴλ δῆμος Ἀσιηλί· τῷ Γαυνὶ δῆμος Γαυνί· 49 τῷ Ἰεσὲρ δῆμος Ἰεσερί· τῷ Σελλὴμ δῆμος Σελλημί. 50 οὗτοι δῆμοι Νεφθαλὶ ἐξ ἐπισκέψεως αὐτῶν, πέντε καὶ τεσσαράκοντα χιλιάδες καὶ τετρακόσιοι.

51 Αὕτη ἐπίσκεψις υἱῶν Ἰσραήλ, ἑξακόσιαι χιλιάδες καὶ χίλιοι καὶ ἑπτακόσιοι καὶ τριάκοντα.

52 Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων 53 Τούτοις μερισθήσεται γῆ κληρονομεῖν ἐξ ἀριθμοῦ ὀνομάτων· 54 τοῖς πλείοσιν πλεονάσεις τὴν κληρονομίαν καὶ τοῖς ἐλάττοσιν ἐλαττώσεις τὴν κληρονομίαν αὐτῶν· ἑκάστῳ καθὼς ἐπεσκέπησαν δοθήσεται κληρονομία αὐτῶν. 55 διὰ κλήρων μερισθήσεται γῆ· τοῖς ὀνόμασιν κατὰ φυλὰς πατριῶν αὐτῶν κληρονομήσουσιν· 56 ἐκ τοῦ κλήρου μεριεῖς τὴν κληρονομίαν αὐτῶν ἀνὰ μέσον πολλῶν καὶ ὀλίγων.

57 Καὶ υἱοὶ Λευὶ κατὰ δήμους αὐτῶν· τῷ Γεδσὼν δῆμος Γεδσωνί· τῷ Καὰθ δῆμος Κααθί· τῷ Μεραρὶ δῆμος Μεραρί. 58 οὗτοι δῆμοι υἱῶν Λευί· δῆμος Λοβενί, δῆμος Χεβρωνί, δῆμος Κορὲ καὶ δῆμος Μουσί. καὶ Καὰθ ἐγέννησεν τὸν Ἀμράμ. 59 καὶ τὸ ὄνομα τῆς γυναικὸς αὐτοῦ Ἰωχαβὲδ θυγάτηρ Λευί, ἔτεκεν τούτους τῷ Λευὶ ἐν Αἰγύπτῳ· καὶ ἔτεκεν τῷ Ἀμρὰμ τὸν Ἀαρὼν καὶ Μωυσῆν καὶ Μαριὰμ τὴν ἀδελφὴν αὐτῶν. 60 καὶ ἐγεννήθησαν τῷ Ἀαρών τε Ναδὰβ καὶ Ἀβιοὺδ καὶ Ἐλεαζὰρ καὶ Ἰθαμάρ. 61 καὶ ἀπέθανεν Ναδὰβ καὶ Ἀβιοὺδ ἐν τῷ προσφέρειν αὐτοὺς πῦρ ἀλλότριον ἔναντι κυρίου ἐν τῇ ἐρήμῳ Σινᾶ. 62 καὶ ἐγενήθησαν ἐξ ἐπισκέψεως αὐτῶν τρεῖς καὶ εἴκοσι χιλιάδες, πᾶν ἀρσενικὸν ἀπὸ μηνιαίου καὶ ἐπάνω· οὐ γὰρ συνεπεσκέπησαν ἐν μέσῳ υἱῶν Ἰσραήλ, ὅτι οὐ δίδοται αὐτοῖς κλῆρος ἐν μέσῳ υἱῶν Ἰσραήλ.

63 Καὶ αὕτη ἐπίσκεψις Μωυσῆ καὶ Ἐλεαζὰρ τοῦ ἱερέως, οἳ ἐπεσκέψαντο τοὺς υἱοὺς Ἰσραὴλ ἐν Ἀραβὼθ Μωὰβ ἐπὶ τοῦ Ἰορδάνου κατὰ Ἰεριχώ. 64 καὶ ἐν τούτοις οὐκ ἦν ἄνθρωπος τῶν ἐπεσκεμμένων ὑπὸ Μωυσῆ καὶ Ἀαρών, οὓς ἐπεσκέψαντο τοὺς υἱοὺς Ἰσραὴλ ἐν τῇ ἐρήμῳ Σινᾶ· 65 ὅτι εἶπεν κύριος αὐτοῖς θανάτῳ ἀποθανοῦνται ἐν τῇ ἐρήμῳ· καὶ οὐ κατελείφθη ἐξ αὐτῶν οὐδὲ εἷς πλὴν Χαλὲβ υἱὸς Ἰεφοννὴ καὶ Ἰησοῦς τοῦ Ναυή.




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era