Car Repair Manuals

Numbers

Ἀριθμοί

Chapter 23

1 Καὶ εἶπεν Βαλαὰμ τῷ Βαλὰκ Οἰκοδόμησόν μοι ἐνταῦθα ἑπτὰ βωμοὺς καὶ ἑτοίμασόν μοι ἐνταῦθα ἑπτὰ μόσχους καὶ ἑπτὰ κριούς. 2 καὶ ἐποίησεν Βαλὰκ ὃν τρόπον εἶπεν αὐτῷ Βαλαὰμ, καὶ ἀνήνεγκεν μόσχον καὶ κριὸν ἐπὶ τὸν βωμόν. 3 καὶ εἶπεν Βαλαὰμ πρὸς Βαλὰκ Παράστηθι ἐπὶ τῆς θυσίας σου, καὶ πορπορεύσομαι, εἴ μοι φανεῖται θεὸς ἐν συναντήσει, καὶ ῥῆμα, ἐάν μοι δείξῃ, ἀναγγελῶ σοὶ καὶ παρέστη Βαλὰκ ἐπὶ τῆς θυσίας αὐτοῦ, καὶ Βαλαὰμ ἐπορεύθη ἐπερωτῆσαι τὸν θεὸν καὶ ἐπορεύθη εὐθεῖαν. 4 καὶ ἐφάνη θεὸς τῷ Βαλαὰμ, καὶ εἶπεν πρὸς αὐτὸν Βαλαὰμ Τοὺς ἑπτὰ βωμοὺς ἡτοίμασα καὶ ἀνεβίβασα μόσχον καὶ κριὸν ἐπὶ τὸν βωμόν. 5 καὶ ἐνέβαλεν θεὸς ῥῆμα εἰς τὸ στόμα Βαλαὰμ καὶ εἶπεν Ἐπιστραφεὶς πρὸς Βαλὰκ οὕτως λαλήσεις. 6 καὶ ἀπεστράφη πρὸς αὐτόν, καὶ ὅδε ἐφειστήκει ἐπὶ τῶν ὁλοκαυτωμάτων αὐτοῦ, καὶ πάντες οἱ ἄρχοντες Μωάβ μετ᾿ αὐτοῦ. 7 καὶ ἐγενήθη πνεῦμα θεοῦ ἐπ᾿ αὐτῷ, καὶ ἀναλαβὼν τὴν παραβολὴν αὐτοῦ εἶπεν Ἐκ Μεσοποταμίας μετεπέμψατό με Βαλὰκ, βασιλεὺς Μωάβ ἐξ ὀρέων ἀπ᾿ ἀνατολῶν λέγων Δεῦρο ἄρασαί μοι τὸν Ἰακὼβ καὶ δεῦρο ἐπικατάρασαί μοι τὸν Ἰσραήλ. 8 τί ἀράσωμαι ὃν μὴ καταρᾶται κύριος, τί καταράσωμαι ὃν μὴ καταρᾶται θεός; 9 ὅτι ἀπὸ κορυφῆς ὀρέων ὄψομαι αὐτὸν καὶ ἀπὸ βουνῶν προσνοήσω αὐτόν. ἰδοὺ λαὸς μόνος κατοικήσει καὶ ἐν ἔθνεσιν οὐ συλλογισθήσεται. 10 τίς ἐξηκριβάσατο τὸ σπέρμα Ἰακὼβ, καὶ τίς ἐξαριθμήσεται δήμους Ἰσραήλ; ἀποθάνοι ψυχή μου ἐν ψυχαῖς δικαίων, καὶ γένοιτο τὸ σπέρμα μου ὡς τὸ σπέρμα τούτων.

11 Καὶ εἶπεν Βαλὰκ πρὸς Βαλαὰμ Τί πεποίηκάς μοι; εἰς κατάρασιν ἐχθρῶν μου κέκληκά σὲ, καὶ ἰδοὺ εὐλόγηκας εὐλογίαν. 12 καὶ εἶπεν Βαλαὰμ πρὸς Βαλὰκ Οὐχὶ ὅσα ἐὰν ἐμβάλῃ θεὸς εἰς τὸ στόμα μου, τοῦτο φυλάξω λαλῆσαι; 13 Καὶ εἶπεν πρὸς αὐτὸν Βαλὰκ Δεῦρο ἔτι μετ᾿ ἐμοῦ εἰς τόπον ἄλλον, ἐξ ὧν οὐκ ὄψῃ αὐτὸν ἐκεῖθεν, ἀλλ᾿ μέρος τι αὐτοῦ ὄψῃ, πάντας δὲ οὐ μὴ ἴδῃς, καὶ κατάρασαί μοι αὐτὸν ἐκεῖθεν.

14 Καὶ παρέλαβεν αὐτὸν εἰς ἀγροῦ σκοπιὰν ἐπὶ κορυφὴν λελαξευμένου καὶ ᾠκοδόμησεν ἐκεῖ ἑπτὰ βωμοὺς καὶ ἀνεβίβασεν μόσχον καὶ κριὸν ἐπὶ τὸν βωμόν. 15 καὶ εἶπεν Βαλαὰμ πρὸς Βαλὰκ Παράστηθι ἐπὶ τῆς θυσίας σου, ἐγὼ δὲ πορπορεύσομαι ἐπερωτῆσαι τὸν θεόν. 16 καὶ συνήντησεν θεὸς τῷ Βαλαὰμ καὶ ἐνέβαλεν ῥῆμα εἰς τὸ στόμα αὐτοῦ καὶ εἶπεν Ἀποστράφητι πρὸς Βαλὰκ καὶ τάδε λαλήσεις. 17 καὶ ἀπεστράφη πρὸς αὐτόν, καὶ ὅδε ἐφειστήκει ἐπὶ τῆς ὁλοκαυτώσεως αὐτοῦ, καὶ πάντες οἱ ἄρχοντες Μωάβ μετ᾿ αὐτοῦ. καὶ εἶπεν αὐτῷ Βαλὰκ Τί ἐλάλησεν κύριος; 18 καὶ ἀναλαβὼν τὴν παραβολὴν αὐτοῦ εἶπεν Ἀνάστηθι, Βαλὰκ, καὶ ἄκουε· ἐνώτισαι μάρτυς, υἱὸς Σεπφὼρ. 19 οὐχ ὡς ἄνθρωπος θεὸς διαρτηθῆναι οὐδὲ ὡς υἱὸς ἀνθρώπου ἀπειληθῆναι· αὐτὸς εἴπας οὐχὶ ποιήσει; λαλήσει, καὶ οὐχὶ ἐμμενεῖ; 20 ἰδοὺ εὐλογεῖν παρείλημμαι· εὐλογήσω καὶ οὐ μὴ ἀποστρέψω. 21 οὐκ ἔσται μόχθος ἐν Ἰακὼβ, οὐδὲ ὀφθήσεται πόνος ἐν Ἰσραήλ· κύριος θεὸς αὐτοῦ μετ᾿ αὐτοῦ τὰ ἔνδοξα ἀρχόντων ἐν αὐτῷ. 22 θεὸς ἐξαγαγὼν αὐτοὺς ἐξ Αἰγύπτου· ὡς δόξα μονοκέρωτος αὐτῷ. 23 οὐ γάρ ἐστιν οἰωνισμὸς ἐν Ἰακὼβ οὐδὲ μαντεία ἐν Ἰσραήλ· κατὰ καιρὸν ῥηθήσεται Ἰακὼβ καὶ τῷ Ἰσραήλ, τί ἐπιτελέσει θεός. 24 ἰδοὺ λαὸς ὡς σκύμνος ἀναστήσεται καὶ ὡς λέων γαυριωθήσεται· οὐ κοιμηθήσεται, ἕως φάγῃ θήραν , καὶ αἷμα τραυματιῶν πίεται.

25 Καὶ εἶπεν Βαλὰκ πρὸς Βαλαὰμ Οὔτε καταράσῃ καταράσῃ μοι αὐτὸν οὔτε εὐλογῶν μὴ εὐλογήσῃς αὐτόν. 26 καὶ ἀποκριθεὶς Βαλαὰμ εἶπεν τῷ Βαλὰκ Οὐκ ἐλάλησά σοὶ λέγων Τὸ ῥῆμα, ἐὰν λαλήσῃ θεός, τοῦτο ποιήσω; 27 Καὶ εἶπεν Βαλὰκ πρὸς Βαλαὰμ Δεῦρο παραλάβω σὲ εἰς τόπον ἄλλον, εἰ ἀρέσει τῷ θεῷ καὶ καταρᾶσαί μοι αὐτὸν ἐκεῖθεν. 28 καὶ παρέλαβεν Βαλὰκ τὸν Βαλαὰμ ἐπὶ κορυφὴν τοῦ Φογώρ τὸ παρατεῖνον εἰς τὴν ἔρημον. 29 καὶ εἶπεν Βαλαὰμ πρὸς Βαλὰκ Οἰκοδόμησόν μοι ὧδε ἑπτὰ βωμοὺς καὶ ἑτοίμασόν μοι ὧδε ἑπτὰ μόσχους καὶ ἑπτὰ κριούς. 30 καὶ ἐποίησεν Βαλὰκ καθάπερ εἶπεν αὐτῷ Βαλαὰμ, καὶ ἀνήνεγκεν μόσχον καὶ κριὸν ἐπὶ τὸν βωμόν.




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era