Car Repair Manuals

Nehemiah

Νεεμίας

Chapter 12

1 Καὶ οὗτοι οἱ ἱερεῖς καὶ οἱ Λευῖται οἱ ἀναβαίνοντες μετὰ Ζοροβάβελ υἱοῦ Σαλαθιὴλ καὶ Ἰησοῦ· Σαραιά, Ἰερμία, Ἔσδρα, 2 Ἀμαρία, Μαλούχ, 3 Σεχενία· 4, 5, 6, 7 οὗτοι ἄρχοντες τῶν ἱερέων καὶ ἀδελφοὶ αὐτῶν ἐν ἡμέραις Ἰησοῦ. - 8 καὶ οἱ Λευῖται· Ἰησοῦ, Βανουί, Καδμιήλ, Σαραβία, Ἰοῦδα, Μαχανία· ἐπὶ τῶν χειρῶν αὐτὸς καὶ οἱ ἀδελφοὶ αὐτοῦ 9 εἰς τὰς ἐφημερίας. 10 καὶ Ἰησοῦς ἐγέννησεν τὸν Ίωακίμ, καὶ Ίωακίμ ἐγέννησεν τὸν Ἐλιασίβ, καὶ Ἐλιασὶβ τὸν Ἰωδαέ, 11 καὶ Ἰωδαὲ ἐγέννησεν τὸν Ἰωνάθαν, καὶ Ἰωνάθαν ἐγέννησεν τὸν Ἰαδού. 12 καὶ ἐν ἡμέραις Ίωακὶμ ἀδελφοὶ αὐτοῦ οἱ ἱερεῖς καὶ οἱ ἄρχοντες τῶν πατριῶν· τῷ Σαραιὰ Μαραιά, τῷ Ἰερμία Ἁνανιά, 13 τῷ Ἔσδρὰ Μεσουλάμ, τῷ Ἀμαρία Ἰωανάν, 14 τῷ Μαλοὺχ Ἰωνάθαν, τῷ Σεχενία Ἰωσήφ, 15 τῷ Ἀρὲμ Ἀδνάς, τῷ Μαριὼθ Ἐλκαί, 16 τῷ Ἀδδαὶ Ζαχαρίας, τῷ Γαναθὼν Μοσολλάμ, 17 τῷ Ἀβιὰ Ζεχρί, τῷ Βενιαμὶν ἐν καιροῖς τῷ Φελητί, 18 τῷ Βαλγὰ Σαμουέ, τῷ Σεμεία Ἰωνάθαν, 19 τῷ Ἰωιαρὶβ Μαθθαναί, τῷ Ἰδία Ὀζί, 20 τῷ Σαλλαὶ Καλλαί, τῷ Ἀμοὺκ Ἀβέδ, 21 τῷ Ἐλκία Ἀσαβιάς, τῷ Ἰεδεΐου Ναθαναήλ. 22 οἱ Λευῖται ἐν ἡμέραις Ἐλιασίβ, Ἰωαδὰ καὶ Ἰωανὰν καὶ Ἰδουὰ γεγραμμένοι ἄρχοντες πατριῶν, καὶ οἱ ἱερεῖς ἐν βασιλείᾳ Δαρείου τοῦ Πέρσου· 23 υἱοὶ Λευὶ ἄρχοντες τῶν πατριῶν γεγραμμένοι ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν καὶ ἕως ἡμερῶν Ἰωανὰν υἱοῦ Ἐλισούβ. 24 καὶ ἄρχοντες τῶν Λευιτῶν· Ἀσαβία καὶ Σαραβία καὶ Ἰησοῦ καὶ υἱοὶ Καδμιὴλ καὶ οἱ ἀδελφοὶ αὐτῶν κατεναντίον αὐτῶν εἰς ὑμνεῖν καὶ αἰνεῖν ἐν ἐντολῇ Δαυὶδ ἀνθρώπου τοῦ θεοῦ ἐφημερία πρὸς ἐφημερία 25 ἐν τῷ συναγαγεῖν με τοὺς πυλωροὺς 26 ἐν ἡμέραις Ίωακὶμ υἱοῦ Ἰησοῦ υἱοῦ Ἰωσεδὲκ καὶ ἐν ἡμέραις Νεεμία, καὶ Ἔσδρας ἱερεὺς γραμματεύς.

27 Καὶ ἐν ἐγκαινίοις τείχους Ἱερουσαλὴμ ἐζήτησαν τοὺς Λευίτας ἐν τοῖς τόποις αὐτῶν τοῦ ἐγκαινίοις αὐτοὺς εἰς Ἱερουσαλὴμ ποιῆσαι ἐγκαίνια καὶ εὐφροσύνην ἐν θωδαθὰ καὶ ἐν ᾠδαῖς, κυμβαλίζοντες καὶ ψαλτήρια καὶ κινύραι. 28 καὶ συνήχθησαν οἱ υἱοὶ τῶν ᾀδόντων καὶ ἀπὸ τῆς περιχώρου κυκλόθεν εἰς Ἱερουσαλὴμ καὶ ἀπὸ ἐπαύλεων. 29 καὶ ἀπὸ ἀγρῶν ὅτι ἐπαύλεις ᾠκοδόμησαν ἑαυτοῖς οἱ ᾄδοντες ἐν Ἱερουσαλήμ. 30 καὶ ἐκαθαρίσθησαν οἱ ἱερεῖς καὶ οἱ Λευῖται καὶ ἐκαθάρισαν τὸν λαὸν καὶ τοὺς πυλωροὺς καὶ τὸ τεῖχος. 31 καὶ ἀνήνεγκα τοὺς ἄρχοντας Ἰοῦδα ἐπάνω τοῦ τείχους καὶ ἔστησα δύο περὶ αἰνέσεως μεγάλους, καὶ διῆλθον ἐκ δεξιῶν ἐπάνω τοῦ τείχους τῆς κοπρίας, 32 καὶ ἐπορεύθη ὀπίσω αὐτῶν Ὀσαΐα καὶ ἥμισυ ἀρχόντων Ἰοῦδα 33 καὶ Ἀζαρίας, Ἔσδρας καὶ Μεσουλάμ, 34 Ἰοῦδα καὶ Βενιαμὶν καὶ Σαμαία καὶ Ἰερμία 35 καὶ ἀπὸ υἱῶν τῶν ἱερέων ἐν σάλπιγξιν Ζαχαρίας υἱὸς Ἰωνάθαν υἱὸς Σαμαία υἱὸς Μαθανία υἱὸς Μιχαία υἱὸς Ζακχοὺρ υἱὸς Ἀσὰφ 36 καὶ ἀδελφοὶ αὐτοῦ Σαμαία καὶ Ὀζιὴλ αἰνεῖν ἐν ᾠδαῖς Δαυὶδ ἀνθρώπου τοῦ θεοῦ, καὶ Ἔσδρας γραμματεὺς ἔμπροσθεν αὐτῶν· 37 ἐπὶ πύλης τοῦ Αἲν κατέναντι αὐτῶν ἀνέβησαν ἐπὶ κλίμακας πόλεως Δαυὶδ ἐν ἀναβάσει τοῦ τείχους ἐπάνωθεν τοῦ οἴκου Δαυὶδ καὶ ἕως πύλης τοῦ ὕδατος κατὰ ἀνατολάς. - 38 καὶ περὶ αἰνέσεως δευτέρα πορἐπορεύετο συναντῶσα αὐτοῖς, καὶ ἐγὼ ὀπίσω αὐτῆς, καὶ τὸ ἥμισυ τοῦ λαοῦ ἐπάνω τοῦ τείχους ὑπεράνω τοῦ πύργου τῶν θεννουρὶμ καὶ ἕως τοῦ τείχους τοῦ πλατέος 39 καὶ ὑπεράνω τῆς πύλης Ἐφραὶμ καὶ ἐπὶ πύλην τῆς ἰσανὰ καὶ ἐπὶ πύλην τὴν ἰχθυηρὰν καὶ πύργῳ Ἀνανεὴλ καὶ ἕως πύλης τῆς προβατικῆς καὶ ἔστησαν ἐν πύλῃ τῆς φυλακῆς. 40 καὶ ἔστησαν αἱ δύο τῆς αἰνέσεως ἐν οἴκῳ τοῦ θεοῦ, καὶ ἐγὼ καὶ τὸ ἥμισυ τῶν στρατηγῶν μετ᾿ ἐμοῦ 41 καὶ οἱ ἱερεῖς Ἐλιακίμ, Μαασιάς, Βενιαμίν, Μιχαιάς, Ἐλιωηναί, Ζαχαρίας, Ἀνανίας ἐν σάλπιγξιν 42 καὶ Μαασιὰς καὶ Σεμειὰς καὶ Ἐλεαζὰρ καὶ Ὀζὶ καὶ Ἰωανὰν καὶ Μελχίας καὶ Αἰλὰμ καὶ Ἐζούρ, καὶ ἠκούσθησαν οἱ ᾄδοντες καὶ ἐπεσκέπησαν. 43 καὶ ἔθυσαν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ θυσιάσματα μεγάλα καὶ ηὐφράνθησαν, ὅτι θεὸς ηὔφρανεν αὐτοὺς μεγάλως· καὶ αἱ γυναῖκες αὐτῶν καὶ τὰ τέκνα αὐτῶν ηὐφράνθησαν, καὶ ἠκούσθη εὐφροσύνη ἐν Ἱερουσαλὴμ ἀπὸ μακρόθεν.

44 Καὶ κατέστησαν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἄνδρας ἐπὶ τῶν γαζοφυλακίων τοῖς θησαυροῖς, ταῖς ἀπαρχαῖς καὶ ταῖς δεκάταις καὶ τοῖς συνηγμένοις ἐν αὐτοῖς ἄρχουσιν τῶν πόλεων, μερίδας τοῖς ἱερεῦσι καὶ τοῖς Λευίταις, ὅτι εὐφροσύνη ἦν ἐν Ἰοῦδα ἐπὶ τοὺς ἱερεῖς καὶ ἐπὶ τοὺς Λευίτας τοὺς ἑστῶτας. 45 καὶ ἐφύλαξαν φυλακὰς θεοῦ αὐτῶν καὶ φυλακὰς τοῦ καθαρισμοῦ καὶ τοὺς ᾄδοντας καὶ τοὺς πυλωροὺς ὡς ἐντολαὶ Δαυὶδ καὶ Σαλωμὼν υἱοῦ αὐτοῦ· 46 ὅτι ἐν ἡμέραις Δαυὶδ Ἀσὰφ ἀπ᾿ ἀρχῆς πρῶτος τῶν ᾀδόντων καὶ ὕμνον καὶ αἴνεσιν τῷ θεῷ, 47 καὶ πᾶς Ἰσραὴλ ἐν ἡμέραις Ζοροβάβελ διδόντες μερίδας τῶν ᾀδόντων καὶ τῶν πυλωρῶν, λόγον ἡμέρας ἐν ἡμέρᾳ αὐτοῦ, καὶ ἁγιάζοντες τοῖς Λευίταις, καὶ οἱ Λευῖται ἁγιάζοντες τοῖς υἱοῖς Ἀαρών.




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era