Car Repair Manuals

Nehemiah

Νεεμίας

Chapter 4

1 Καὶ ἐγένετο ἡνίκα ἤκουσεν Σαναβαλλὰτ ὅτι ἡμεῖς οἰκοδομοῦμεν τὸ τεῖχος καὶ πονηρὸν ἦν αὐτῷ, καὶ ὠργίσθη ἐπὶ πολὺ καὶ ἐξεγέλα ἐπὶ τοῖς Ἰουδαίοις. 2 καὶ εἶπεν ἐνώπιον τῶν ἀδελφῶν αὐτοῦ Αὕτη δύναμις Σομορών, ὅτι οἱ Ἰουδαῖοι οὗτοι οἰκοδομοῦσιν τὴν ἑαυτῶν πόλιν; 3 καὶ Τωβίας Ἀμμανίτης ἐχόμενα αὐτοῦ ἦλθεν, καὶ εἶπαν πρὸς ἑαυτούς Μὴ θυσιάσουσιν φάγονται ἐπὶ τοῦ τόπου αὐτῶν; οὐχὶ ἀναβήσεται ἀλώπηξ καὶ καθελεῖ τὸ τεῖχος λίθων αὐτῶν; - 4 ἄκουσον, θεὸς ἡμῶν, ὅτι ἐγενήθημεν εἰς μυκτηρισμόν, καὶ ἐπίστρεψον ὀνειδισμὸν αὐτῶν εἰς κεφαλὴν αὐτῶν καὶ δὸς αὐτοὺς εἰς μυκτηρισμὸν ἐν γῇ αἰχμαλωσίας 5 καὶ μὴ καλύψῃς καλύψῃς ἐπὶ ἀνομίαν.

16,7 Καὶ ἐγένετο ὡς ἤκουσεν Σαναβαλλὰτ καὶ Τωβία καὶ οἱ Ἄραβες καὶ οἱ Ἀμμανῖται ὅτι ἀνέβη φυὴ τοῖς τείχεσιν Ἱερουσαλήμ, ὅτι ἤρξαντο αἱ διασφαγαὶ ἀναφράσσεσθαι, καὶ πονηρὸν αὐτοῖς ἐφάνη σφόδρα· 28 καὶ συνήχθησαν πάντες ἐπὶ τὸ αὐτὸ ἐλθεῖν παρατάξασθαι ἐν Ἱερουσαλήμ. 39 καὶ προσηυξάμεθα πρὸς τὸν θεὸν ἡμῶν καὶ ἐστήσαμεν προφύλακας ἐπ᾿ αὐτοὺς ἡμέρας καὶ νυκτὸς ἀπὸ προσώπου αὐτῶν.

410 καὶ εἶπεν Ἰούδας συνετρίβη ἰσχὺς τῶν ἐχθρῶν, καὶ χοῦς πολύς, καὶ ἡμεῖς οὐ δυνησόμεθα οἰκοδομεῖν ἐν τῷ τείχει. 511 καὶ εἶπαν οἱ θλίβοντες ἡμᾶς Οὐ γνώσονται καὶ οὐκ ὄψονται ἕως ὅτου ἔλθωμεν εἰς μέσον αὐτῶν καὶ φονεύσωμεν αὐτοὺς καὶ καταπαύσωμεν τὸ ἔργον. 612 καὶ ἐγένετο ὡς ἤλθοσαν οἱ Ἰουδαῖοι οἱ οἰκοῦντες ἐχόμενα αὐτῶν καὶ εἴποσαν ἡμῖν Ἀναβαίνουσιν ἐκ πάντων τῶν τόπων ἐφ᾿ ἡμᾶς,

713 καὶ ἔστησα εἰς τὰ κατώτατα τοῦ τόπου κατόπισθεν τοῦ τείχους ἐν τοῖς σκεπεινοῖς καὶ ἔστησα τὸν λαὸν κατὰ δήμους μετὰ ῥομφαιῶν αὐτῶν, λόγχας αὐτῶν καὶ τόξα αὐτῶν. 814 καὶ εἶδον καὶ ἀνέστην καὶ εἶπα πρὸς τοὺς ἐντίμους καὶ πρὸς τοὺς στρατηγοὺς καὶ πρὸς τοὺς καταλοίπους τοῦ λαοῦ Μὴ φοβηθῆτε ἀπὸ προσώπου αὐτῶν· μνήσθητε τοῦ θεοῦ ἡμῶν τοῦ μεγάλου καὶ φοβεροῦ καὶ παρατάξασθε περὶ τῶν ἀδελφῶν ὑμῶν, υἱῶν ὑμῶν καὶ θυγατέρων ὑμῶν, γυναικῶν ὑμῶν καὶ οἴκων ὑμῶν. 915 καὶ ἐγένετο ἡνίκα ἤκουσαν οἱ ἐχθροὶ ἡμῶν ὅτι ἐγνώσθη ἡμῖν καὶ διεσκέδασεν θεὸς τὴν βουλὴν αὐτῶν, καὶ ἐπεστρέψαμεν πάντες ἡμεῖς εἰς τὸ τεῖχος, ἀνὴρ εἰς τὸ ἔργον αὐτοῦ. 1016 καὶ ἐγένετο ἀπὸ τῆς ἡμέρας ἐκείνης ἥμισυ τῶν ἐκτετιναγμένων ἐποίουν τὸ ἔργον, καὶ ἥμισυ αὐτῶν ἀντείχοντο, καὶ λόγχαι καὶ θυρεοὶ καὶ τὰ τόξα καὶ οἱ θώρακες καὶ οἱ ἄρχοντες ὀπίσω παντὸς οἴκου Ἰοῦδα 1117 τῶν οἰκοδομούντων ἐν τῷ τείχει. καὶ οἱ αἴροντες ἐν τοῖς ἀρτῆρσιν ἐν ὅπλοις· ἐν μιᾷ χειρὶ ἐποίει αὐτὸ τὸ ἔργον, καὶ μία ἐκράτει τὴν βολίδα.

1218 καὶ οἱ οἰκοδόμοι ἀνὴρ ῥομφαίαν αὐτοῦ ἐζωσμένος ἐπὶ τὴν ὀσφὺν αὐτοῦ καὶ ᾠκοδομοῦσαν, καὶ σαλπίζων ἐν τῇ κερατίνῃ ἐχόμενα αὐτοῦ. 1319 καὶ εἶπα πρὸς τοὺς ἐντίμους καὶ πρὸς τοὺς ἄρχοντας καὶ πρὸς τοὺς καταλοίπους τοῦ λαοῦ Τὸ ἔργον πλατὺ καὶ πολύ, καὶ ἡμεῖς σκορπιζόμεθα ἐπὶ τοῦ τείχους μακρὰν ἀνὴρ ἀπὸ τοῦ ἀδελφοῦ αὐτοῦ· 1420 ἐν τόπῳ, οὗ ἐὰν ἀκούσητε τὴν φωνὴν τῆς κερατίνης, ἐκεῖ συναχθήσεσθε πρὸς ἡμᾶς, καὶ θεὸς ἡμῶν πολεμήσει περὶ ἡμῶν.

1521 καὶ ἡμεῖς ποιοῦντες τὸ ἔργον, καὶ ἥμισυ αὐτῶν κρατοῦντες τὰς λόγχας ἀπὸ ἀναβάσεως τοῦ ὄρθρου ἕως ἐξόδου τῶν ἄστρων. 1622 καὶ ἐν τῷ καιρῷ ἐκείνῳ εἶπα τῷ λαῷ Αὐλίσθητε ἐν μέσῳ Ἱερουσαλήμ, καὶ ἔστω ὑμῖν νὺξ προφυλακὴ καὶ ἡμέρα ἔργον. 1723 καὶ ἤμην ἐγὼ καὶ οἱ ἄνδρες τῆς προφυλακῆς ὀπίσω μου, καὶ οὐκ ἦν ἐξ ἡμῶν ἐκδιδυσκόμενος ἀνὴρ τὰ ἱμάτια αὐτοῦ.




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era