Car Repair Manuals

I Samuel

Σαμουηλ Α' (Βασιλειων Α')

Chapter 31

1  καὶ οἱ ἀλλόφυλοι ἐπολέμουν ἐπὶ Ἰσραὴλ καὶ ἔφυγον οἱ ἄνδρες Ἰσραὴλ ἐκ προσώπου τῶν ἀλλοφύλων καὶ πίπτουσιν τραυματίαι ἐν τῷ ὄρει τῷ Γελβουὲ

2  καὶ συνάπτουσιν ἀλλόφυλοι τῷ Σαοὺλ καὶ τοῖς υἱοῖς αὐτοῦ καὶ τύπτουσιν ἀλλόφυλοι τὸν Ἰωνάθαν καὶ τὸν Ἀμιναδὰβ καὶ τὸν Μελχισα υἱοὺς Σαοὺλ

3  καὶ βαρύνεται πόλεμος ἐπὶ Σαοὺλ καὶ εὑρίσκουσιν αὐτὸν οἱ ἀκοντισταί ἄνδρες τοξόται καὶ ἐτραυματίσθη εἰς τὰ ὑποχόνδρια

4  καὶ εἶπεν Σαοὺλ πρὸς τὸν αἴροντα τὰ σκεύη αὐτοῦ σπάσαι τὴν ῥομφαίαν σου καὶ ἀποκέντησόν με ἐν αὐτῇ μὴ ἔλθωσιν οἱ ἀπερίτμητοι οὗτοι καὶ ἀποκεντήσωσίν με καὶ ἐμπαίξωσίν μοι καὶ οὐκ ἐβούλετο αἴρων τὰ σκεύη αὐτοῦ ὅτι ἐφοβήθη σφόδρα καὶ ἔλαβεν Σαοὺλ τὴν ῥομφαίαν καὶ ἐπέπεσεν ἐπ᾿ αὐτήν

5  καὶ εἶδεν αἴρων τὰ σκεύη αὐτοῦ ὅτι τέθνηκεν Σαοὺλ καὶ ἐπέπεσεν καὶ αὐτὸς ἐπὶ τὴν ῥομφαίαν αὐτοῦ καὶ ἀπέθανεν μετ᾿ αὐτοῦ

6  καὶ ἀπέθανεν Σαοὺλ καὶ οἱ τρεῖς υἱοὶ αὐτοῦ καὶ αἴρων τὰ σκεύη αὐτοῦ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ κατὰ τὸ αὐτό

7  καὶ εἶδον οἱ ἄνδρες Ἰσραὴλ οἱ ἐν τῷ πέραν τῆς κοιλάδος καὶ οἱ ἐν τῷ πέραν τοῦ Ἰορδάνου ὅτι ἔφυγον οἱ ἄνδρες Ἰσραὴλ καὶ ὅτι τέθνηκεν Σαοὺλ καὶ οἱ υἱοὶ αὐτοῦ καὶ καταλείπουσιν τὰς πόλεις αὐτῶν καὶ φεύγουσιν καὶ ἔρχονται οἱ ἀλλόφυλοι καὶ κατοικοῦσιν ἐν αὐταῖς

8  καὶ ἐγενήθη τῇ ἐπαύριον καὶ ἔρχονται οἱ ἀλλόφυλοι ἐκδιδύσκειν τοὺς νεκροὺς καὶ εὑρίσκουσιν τὸν Σαοὺλ καὶ τοὺς τρεῖς υἱοὺς αὐτοῦ πεπτωκότας ἐπὶ τὰ ὄρη Γελβουὲ

9  καὶ ἀποστρέφουσιν αὐτὸν καὶ ἐξέδυσαν τὰ σκεύη αὐτοῦ καὶ ἀποστέλλουσιν αὐτὰ εἰς γῆν ἀλλοφύλων κύκλῳ εὐαγγελίζοντες τοῖς εἰδώλοις αὐτῶν καὶ τῷ λαῷ αὐτῶν

10  καὶ ἀνέθηκαν τὰ σκεύη αὐτοῦ εἰς τὸ Ἀ;σταρτεῖον καὶ τὸ σῶμα αὐτοῦ κατέπηξαν ἐν τῷ τείχει Βαιθσὰν

11  καὶ ἀκούουσιν οἱ κατοικοῦντες Ιαβὶς τῆς Γαλααδίτιδος ἐποίησαν οἱ ἀλλόφυλοι τῷ Σαοὺλ

12  καὶ ἀνέστησαν πᾶς ἀνὴρ δυνάμεως καὶ ἐπορεύθησαν ὅλην τὴν νύκτα καὶ ἔλαβον τὸ σῶμα Σαοὺλ καὶ τὸ σῶμα Ἰωνάθαν τοῦ υἱοῦ αὐτοῦ ἀπὸ τείχους Βαιθσὰν καὶ φέρουσιν αὐτοὺς εἰς Ιαβὶς καὶ κατακαίουσιν αὐτοὺς ἐκεῖ

13  καὶ λαμβάνουσιν τὰ ὀστᾶ αὐτῶν καὶ θάπτουσιν ὑπὸ τὴν ἄρουραν τὴν Ιαβὶς καὶ νηστεύουσιν ἑπτὰ ἡμέρας




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era