Car Repair Manuals

I Samuel

Σαμουηλ Α' (Βασιλειων Α')

Chapter 9

1  καὶ ἦν ἀνὴρ ἐξ υἱῶν Βενιαμὶν καὶ ὄνομα αὐτῷ Κὶς υἱὸς Ἀβιὴλ υἱοῦ Σαρὲδ υἱοῦ Βαχὶρ υἱοῦ Ἀφὲκ υἱοῦ ἀνδρὸς Ἰεμιναίου ἀνὴρ δυνατός

2  καὶ τούτῳ υἱός καὶ ὄνομα αὐτῷ Σαοὺλ εὐμεγέθης ἀνὴρ ἀγαθός καὶ οὐκ ἦν ἐν υἱοῖς Ἰσραὴλ ἀγαθὸς ὑπὲρ αὐτόν ὑπὲρ ὠμίαν καὶ ἐπάνω ὑψηλὸς ὑπὲρ πᾶσαν τὴν γῆν

3  καὶ ἀπώλοντο αἱ ὄνοι Κὶς πατρὸς Σαοὺλ καὶ εἶπεν Κὶς πρὸς Σαοὺλ τὸν υἱὸν αὐτοῦ λαβὲ μετὰ σεαυτοῦ ἓν τῶν παιδαρίων καὶ ἀνάστητε καὶ πορπορεύθητε καὶ ζητήσατε τὰς ὄνους

4  καὶ διῆλθον δι᾿ ὄρους Ἐφραὶμ καὶ διῆλθον διὰ τῆς γῆς Σελχὰ καὶ οὐχ εὗρον καὶ διῆλθον διὰ τῆς γῆς Ἐασακεμ καὶ οὐκ ἦν καὶ διῆλθον διὰ τῆς γῆς Ἰακὶμ καὶ οὐχ εὗρον

5  αὐτῶν ἐλθόντων εἰς τὴν Σὶφ καὶ Σαοὺλ εἶπεν τῷ παιδαρίῳ αὐτοῦ τῷ μετ᾿ αὐτοῦ δεῦρο καὶ ἀναστρέψωμεν μὴ ἀνεὶς πατήρ μου τὰς ὄνους φροντίζῃ περὶ ἡμῶν

6  καὶ εἶπεν αὐτῷ τὸ παιδάριον ἰδοὺ δὴ ἄνθρωπος τοῦ θεοῦ ἐν τῇ πόλει ταύτῃ καὶ ἄνθρωπος ἔνδοξος πᾶν ἐὰν λαλήσῃ παραγινόμενον παρέσται καὶ νῦν πορπορευθῶμεν ὅπως ἀπαγγείλῃ ἡμῖν τὴν ὁδὸν ἡμῶν ἐφ᾿ ἣν πορἐπορεύθημεν ἐπ᾿ αὐτήν

7  καὶ εἶπεν Σαοὺλ τῷ παιδαρίῳ αὐτοῦ τῷ μετ᾿ αὐτοῦ καὶ ἰδοὺ πορπορευσόμεθα καὶ τί οἴσομεν τῷ ἀνθρώπῳ τοῦ θεοῦ ὅτι οἱ ἄρτοι ἐκλελοίπασιν ἐκ τῶν ἀγγείων ἡμῶν καὶ πλεῖον οὐκ ἔστιν μεθ᾿ ἡμῶν εἰσενεγκεῖν τῷ ἀνθρώπῳ τοῦ θεοῦ τὸ ὑπάρχον ἡμῖν

8  καὶ προσέθετο τὸ παιδάριον ἀποκριθῆναι τῷ Σαοὺλ καὶ εἶπεν ἰδοὺ εὕρηται ἐν τῇ χειρί μου τέταρτον σίκλου ἀργυρίου καὶ δώσεις τῷ ἀνθρώπῳ τοῦ θεοῦ καὶ ἀπαγγελεῖ ἡμῖν τὴν ὁδὸν ἡμῶν

9  καὶ ἔμπροσθεν ἐν Ἰσραὴλ τάδε ἔλεγεν ἕκαστος ἐν τῷ πορεύεσθαι ἐπερωτᾶν τὸν θεόν δεῦρο πορπορευθῶμεν πρὸς τὸν βλέποντα ὅτι τὸν προφήτην ἐκάλει λαὸς ἔμπροσθεν βλέπων

10  καὶ εἶπεν Σαοὺλ πρὸς τὸ παιδάριον αὐτοῦ ἀγαθὸν τὸ ῥῆμα δεῦρο καὶ πορπορευθῶμεν καὶ ἐπορεύθησαν εἰς τὴν πόλιν οὗ ἦν ἐκεῖ ἄνθρωπος τοῦ θεοῦ

11  αὐτῶν ἀναβαινόντων τὴν ἀνάβασιν τῆς πόλεως καὶ αὐτοὶ εὑρίσκουσιν τὰ κοράσια ἐξεληλυθότα ὑδρεύσασθαι ὕδωρ καὶ λέγουσιν αὐταῖς εἰ ἔστιν ἐνταῦθα βλέπων

12  καὶ ἀπεκρίθη τὰ κοράσια αὐτοῖς καὶ λέγουσιν αὐτοῖς ἔστιν ἰδοὺ κατὰ πρόσωπον ὑμῶν νῦν διὰ τὴν ἡμέραν ἥκει εἰς τὴν πόλιν ὅτι θυσία σήμερον τῷ λαῷ ἐν Βαμὰ

13  ὡς ἄν εἰσέλθητε τὴν πόλιν οὕτως εὑρήσετε αὐτὸν ἐν τῇ πόλει πρὶν ἀναβῆναι αὐτὸν εἰς Βαμὰ τοῦ φαγεῖν ὅτι οὐ μὴ φάγῃ λαὸς ἕως τοῦ εἰσελθεῖν αὐτόν ὅτι οὗτος εὐλογεῖ τὴν θυσίαν καὶ μετὰ ταῦτα ἐσθίουσιν οἱ ξένοι καὶ νῦν ἀνάβητε ὅτι διὰ τὴν ἡμέραν εὑρήσετε αὐτόν

14  καὶ ἀναβαίνουσιν τὴν πόλιν αὐτῶν εἰσπορευομένων εἰς μέσον τῆς πόλεως καὶ ἰδοὺ Σαμουὴλ ἐξῆλθεν εἰς ἀπάντησιν αὐτῶν τοῦ ἀναβῆναι εἰς Βαμὰ

15  καὶ κύριος ἀπεκάλυψεν τὸ ὠτίον Σαμουὴλ ἡμέρᾳ μιᾷ ἔμπροσθεν τοῦ ἐλθεῖν πρὸς αὐτὸν Σαοὺλ λέγων

16  ὡς καιρὸς αὔριον ἀποστελῶ πρὸς σὲ ἄνδρα ἐκ γῆς Βενιαμὶν καὶ χρίσεις αὐτὸν εἰς ἄρχοντα ἐπὶ τὸν λαόν μου Ἰσραὴλ καὶ σώσει τὸν λαόν μου ἐκ χειρὸς ἀλλοφύλων ὅτι ἐπέβλεψα ἐπὶ τὴν ταπείνωσιν τοῦ λαοῦ μου ὅτι ἦλθεν βοὴ αὐτῶν πρός με

17  καὶ Σαμουὴλ εἶδεν τὸν Σαοὺλ καὶ κύριος ἀπεκρίθη αὐτῷ ἰδοὺ ἄνθρωπος ὃν εἶπά σοὶ οὗτος ἄρξει ἐν τῷ λαῷ μου

18  καὶ προσήγαγεν Σαοὺλ πρὸς Σαμουὴλ εἰς μέσον τῆς πόλεως καὶ εἶπεν ἀπάγγειλον δὴ ποῖος οἶκος τοῦ βλέποντος

19  καὶ ἀπεκρίθη Σαμουὴλ τῷ Σαοὺλ καὶ εἶπεν ἐγώ εἰμι αὐτός ἀνάβηθι ἔμπροσθέν μου εἰς Βαμὰ καὶ φάγε μετ᾿ ἐμοῦ σήμερον καὶ ἐξαποστελῶ σὲ πρωῒ καὶ πάντα τὰ ἐν τῇ καρδίᾳ σου ἀπαγγελῶ σοὶ

20  καὶ περὶ τῶν ὄνων σου τῶν ἀπολωλυιῶν σήμερον τριταίων μὴ θῇς τὴν καρδίαν σου αὐταῖς ὅτι εὕρηνται καὶ τίνι τὰ ὡραῖα τοῦ Ἰσραὴλ οὐ σοὶ καὶ τῷ οἴκῳ τοῦ πατρός σου

21  καὶ ἀπεκρίθη Σαοὺλ καὶ εἶπεν οὐχὶ ἀνδρὸς υἱὸς Ἰεμιναίου ἐγώ εἰμι τοῦ μικροῦ σκήπτρου φυλῆς Ἰσραὴλ καὶ τῆς φυλῆς τῆς ἐλαχίστης ἐξ ὅλου σκήπτρου Βενιαμὶν καὶ ἵνα τί ἐλάλησας πρὸς ἐμὲ κατὰ τὸ ῥῆμα τοῦτο

22  καὶ ἔλαβεν Σαμουὴλ τὸν Σαοὺλ καὶ τὸ παιδάριον αὐτοῦ καὶ εἰσήγαγεν αὐτοὺς εἰς τὸ κατάλυμα καὶ ἔθετο αὐτοῖς τόπον ἐν πρώτοις τῶν κεκλημένων ὡσεὶ ἑβδομήκοντα ἀνδρῶν

23  καὶ εἶπεν Σαμουὴλ τῷ μαγείρῳ δός μοι τὴν μερίδα ἣν ἔδωκά σοὶ ἣν εἶπά σοὶ θεῖναι αὐτὴν παρὰ σοί

24  καὶ ὕψωσεν μάγειρος τὴν κωλέαν καὶ παρέθηκεν αὐτὴν ἐνώπιον Σαοὺλ καὶ εἶπεν Σαμουὴλ τῷ Σαοὺλ ἰδοὺ ὑπόλειμμα παράθες αὐτὸ ἐνώπιόν σου καὶ φάγε ὅτι εἰς μαρτύριον τέθειταί σοὶ παρὰ τοὺς ἄλλους ἀπόκνιζε καὶ ἔφαγεν Σαοὺλ μετὰ Σαμουὴλ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ

25  καὶ κατέβη ἐκ τῆς Βαμὰ ἐν τῇ πόλει καὶ διέστρωσαν τῷ Σαοὺλ ἐπὶ τῷ δώματι

26  καὶ ἐκοιμήθη καὶ ἐγένετο ὡς ἀνέβαινεν ὄρθρος καὶ ἐκάλεσεν Σαμουὴλ τὸν Σαοὺλ ἐπὶ τῷ δώματι λέγων ἀνάστα καὶ ἐξαποστελῶ σὲ καὶ ἀνέστη Σαοὺλ καὶ ἐξῆλθεν αὐτὸς καὶ Σαμουὴλ ἕως ἔξω

27  αὐτῶν καταβαινόντων εἰς μέρος τῆς πόλεως καὶ Σαμουὴλ εἶπεν τῷ Σαοὺλ εἰπὸν τῷ νεανίσκῳ καὶ διελθέτω ἔμπροσθεν ἡμῶν καὶ σὺ στῆθι ὡς σήμερον καὶ ἄκουσον ῥῆμα θεοῦ




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era