Car Repair Manuals

Hermas: The Shepherd
Book Three
Parables

παραβολαι ας ελαλησε μετ᾿ εμου

Parable 9 Chapter 17

1  Νῦν οὖν , κύριε , περὶ τῶν ὀρέων μοι δήλωσον · διατί ἄλλαι καὶ ἄλλαι εἰσὶν αἱ ἰδέαι καὶ ποικίλαι ; Ἄκουε , φησί · τὰ ὄρη ταῦτα τὰ δώδεκα φυλαί εἰσιν αἱ κατοικοῦσαι ὅλον τὸν κόσμον . ἐκηρύχθη οὖν εἰς ταύτας υἱὸς τοῦ θεοῦ διὰ τῶν ἀποστόλων . 2  Διατί δὲ ποικίλα καὶ ἄλλη καὶ ἄλλη ἰδέα ἐστὶ τὰ ὄρη , δήλωσόν μοι , κύριε . Ἄκουε , φησίν · αἱ δώδεκα φυλαὶ αὗται αἱ κατοικοῦσαι ὅλον τὸν κόσμον δώδεκα ἔθνη εἰσί · ποικίλα δέ εἰσι τῇ φρονήσει καὶ τῷ νοΐ · οἷα οὖν εἶδες τὰ ὄρη ποικίλα , τοιαῦταί εἰσι καὶ τούτων αἱ ποικιλίαι τοῦ νοὸς τῶν ἐθνῶν καὶ φρόνησις . δηλώσω δέ σοὶ καὶ ἑνὸς ἑκάστου τὴν πρᾶξιν . 3  Πρῶτον , φημί , κύριε , τοῦτο δήλωσον , διατί οὕτω ποικίλα ὄντα τὰ ὄρη , εἰς τὴν οἰκοδομὴν ὅταν ἐτέθησαν οἱ λίθοι αὐτῶν , μιᾷ χρόᾳ ἐγένοντο λαμπροί , ὡς καὶ οἱ ἐκ τοῦ βυθοῦ ἀναβεβηκότες λίθοι ; 4  Ὅτι , φησί , πάντα τὰ ἔθνη τὰ ὑπὸ τὸν οὐρανὸν κατοικούντα , ἀκούσαντα καὶ πιστεύσαντα ἐπὶ τῷ ὀνόματι ἐκλήθησαν τοῦ υἱοῦ τοῦ θεοῦ . λαβόντες οὖν τὴν σφραγῖδα μίαν φρόνησιν ἔσχον καὶ ἕνα νοῦν , καὶ μία πίστις αὐτῶν ἐγένετο καὶ μία ἀγάπη , καὶ τὰ πνεύματα τῶν παρθένων μετὰ τοῦ ὀνόματος ἐφόρεσαν · διὰ τοῦτο οἰκοδομὴ τοῦ πύργου μιᾷ χρόᾳ ἐγένετο λαμπρὰ ὡς ἥλιος . 5  μετὰ δὲ τὸ εἰσελθεῖν αὐτοὺς ἐπὶ τὸ αὐτὸ καὶ γενέσθαι ἓν σῶμα τινὲς ἐξ αὐτῶν ἐμίαναν ἑαυτοὺς καὶ ἐξεβλήθησαν ἐκ τοῦ γένους τῶν δικαίων καὶ πάλιν ἐγένοντο , οἷοι πρότερον ἦσαν , μᾶλλον δὲ καὶ χείρονες .




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era