Car Repair Manuals

Hermas: The Shepherd
Book Three
Parables

παραβολαι ας ελαλησε μετ᾿ εμου

Parable 5 Chapter 2

1  Ἄκουε τὴν παραβολήν , ἣν μέλλω σοὶ λέγειν , ἀνήκουσαν τῇ νηστηείᾳ . 2  εἶχέ τις ἀγρὸν καὶ δούλους πολλοὺς καὶ μέρος τι τοῦ ἀγροῦ ἐφύτευσεν ἀμπελῶνα · καὶ ἐκλεξάμενος δοῦλόν τινα πιστὸν καὶ εὐάρεστον ἔντιμον , προσεκαλέσατο αὐτὸν καὶ λέγει αὐτῷ · Λάβε τὸν ἀμπελῶνα τοῦτον , ὃν ἐφύτευσα , καὶ χαράκωσον αὐτόν , ἕως ἔρχομαι , καὶ ἕτερον δὲ μὴ ποιήσῃς τῷ ἀμπελῶνι · καὶ ταύτην μου τὴν ἐντολὴν φύλαξον , καὶ ἐλεύθερος ἔσῃ παρ᾿ ἐμοί . ἐξῆλθε δὲ δεσπότης τοῦ δούλου εἰς τὴν ἀποδημίαν . 3  ἐξελθόντος δὲ αὐτοῦ ἔλαβεν δοῦλος καὶ ἐχαράκωσε τὸν ἀμπελῶνα . καὶ τελέσας τὴν χαράκωσιν τοῦ ἀμπελῶνος εἶδε τὸν ἀμπελῶνα βοτανῶν πλήρη ὄντα . 4  ἐν ἑαυτῷ οὖν ἐλογίσατο λέγων · Ταύτην τὴν ἐντολὴν τοῦ κυρίου τετέλεκα · σκάψω λοιπὸν τὸν ἀμπελῶνα τοῦτον , καὶ ἔσται εὐπρεπέστερος ἐσκαμμένος , καὶ βοτάνας μὴ ἔχων δώσει καρπὸν πλείονα , μὴ πνιγόμενος ὑπὸ τῶν βοτανῶν . λαβὼν ἔσκαψε τὸν ἀμπελῶνα καὶ πάσας τὰς βοτάνας τὰς οὔσας ἐν τῷ ἀμπελῶνι ἐξέτιλλε . καὶ ἐγένετο ἀμπελὼν ἐκεῖνος εὐπρεπέστατος καὶ εὐθαλής , μὴ ἔχων βοτάνας πνιγούσας αὐτόν . 5  μετὰ χρόνον ἦλθεν δεσπότης τοῦ δούλου καὶ τοῦ ἀγροῦ καὶ εἰσῆλθεν εἰς τὸν ἀμπελῶνα . καὶ ἰδὼν τὸν ἀμπελῶνα κεχαρακωμένον εὐπρεπῶς , ἔτι δὲ καὶ ἐσκαμμένον καὶ πάσας τὰς βοτάνας ἐκτετιλμένας καὶ εὐθαλεῖς οὔσας τὰς ἀμπέλους , ἐχάρη λίαν ἐπὶ τοῖς ἔργοις τοῦ δούλου . 6  προσκαλεσάμενος οὖν τὸν υἱὸν αὐτοῦ τὸν ἀγαπητόν , ὃν εἶχε κληρονόμον , καὶ τοὺς φίλους , οὓς εἶχε συμβούλους , λέγει αὐτοῖς , ὅσα ἐνετείλατο τῷ δούλῳ αὐτοῦ καὶ ὅσα εὗρε γεγονότα . κἀκεῖνοι συνεχάρησαν τῷ δούλῳ ἐπὶ τῇ μαρτυρίᾳ ἐμαρτύρησεν αὐτῷ δεσπότης . 7  καὶ λέγει αὐτοῖς · Ἐγὼ τῷ δούλῳ τούτῳ ἐλευθερίαν ἐπηγγειλάμην , ἐάν μου τὴν ἐντολὴν φυλάξῃ , ἣν ἐνετειλάμην αὐτῷ · ἐφύλαξε δέ μου τὴν ἐντολὴν καὶ προσέθηκε τῷ ἀμπελῶνι ἔργον καλόν , καὶ ἐμοὶ λίαν ἤρεσεν . ἀντὶ τούτου οὖν τοῦ ἔργου οὗ εἰργάσατο θέλω αὐτὸν συγκληρονόμον τῷ υἱῷ μου ποιῆσαι , ὅτι τὸ καλὸν φρονήσας οὐ παρενεθυμήθη , ἀλλ᾿ ἐτέλεσεν αὐτό . 8  ταύτῃ τῇ γνώμῃ υἱὸς τοῦ δεσπότου συνηυδόκησεν αὐτῷ , ἵνα συγκληρονόμος γένηται δοῦλος τῷ υἱῷ . 9  μετὰ ἡμέρας ὀλίγας δεῖπνον ἐποίησεν καὶ ἔπεμψεν αὐτῷ ἐκ τοῦ δείπνου ἐδέσματα πολλά . λαβὼν δὲ δοῦλος τὰ ἐδέσματα τὰ πεμφθέντα αὐτῷ παρὰ τοῦ δεσπότου τὰ ἀρκοῦντα αὐτῷ ἦρε , τὰ λοιπὰ δὲ τοῖς συνδούλοις αὐτοῦ διέδωκεν . 10  οἱ δὲ σύνδουλοι αὐτοῦ λαβόντες τὰ ἐδέσματα ἐχάρησαν καὶ ἤρξαντο εὔχεσθαι ὑπὲρ αὐτοῦ , ἵνα χάριν μείζονα εὕρῃ παρὰ τῷ δεσπότῃ , ὅτι οὕτως ἐχρήσατο αὐτοῖς . 11  ταῦτα πάντα τὰ γεγονότα δεσπότης αὐτοῦ ἤκουσε καὶ πάλιν λίαν ἐχάρη ἐπὶ τῇ πράξει αὐτοῦ . συγκαλεσάμενος πάλιν τοὺς φίλους δεσπότης καὶ τὸν υἱὸν αὐτοῦ ἀπήγγειλεν αὐτοῖς τὴν πρᾶξιν αὐτοῦ , ἣν ἔπραξεν ἐπὶ τοῖς ἐδέσμασιν αὐτοῦ οἷς ἔλαβεν · οἱ δὲ ἔτι μᾶλλον συνευδόκησαν γενέσθαι τὸν δοῦλον συγκληρονόμον τῷ υἱῷ αὐτοῦ .




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era