Car Repair Manuals

Hermas: The Shepherd
Book Two
Mandates or Commandments

Ἐντολὴ

Chapter 12.4

1  Καὶ ταῦτά μοι λίαν ὀργίλως ἐλάλησεν , ὥστε με συγχυθῆναι καὶ λίαν αὐτὸν φοβηθῆναι · μορφὴ γὰρ αὐτοῦ ἠλλοιώθη , ὥστε μὴ δύνασθαι ἄνθρωπον ὑπενεγκεῖν τὴν ὀργὴν αὐτοῦ . 2  ἰδὼν δέ με τεταραγμένον ὅλον καὶ συγκεχυμένον ἤρξατό μοι ἐπιεικέστερον καὶ ἱλαρώτερον λαλεῖν καὶ λέγει · ἄφρον , ἀσύνετε καὶ δίψυχε , οὐ νοεῖς τὴν δόξαν τοῦ θεοῦ , πῶς μεγάλη ἐστὶ καὶ ἰσχυρὰ καὶ θαυμαστή , ὅτι ἔκτισε τὸν κόσμον ἕνεκα τοῦ ἀνθρώπου καὶ πᾶσαν τὴν κτίσιν αὐτοῦ ὑπέταξε τῷ ἀνθρώπῳ καὶ τὴν ἐξουσίαν πᾶσαν ἔδωκεν αὐτῷ τοῦ κατακυριεύειν τῶν ὑπὸ τὸν οὐραντὸν πάντων ; 3  εἰ οὖν , φησί , πάντων ἄνθρωπος κύριός ἐστι τῶν κτισμάτων τοῦ θεοῦ καὶ πάντων κατακυριεύει , οὐ δύναται καὶ τούτων τῶν ἐντολῶν κατακυριεῦσαι ; δύναται , φησί , πάντων καὶ πασῶν τῶν ἐντολῶν τούτων κατακυριεῦσαι ἄνθρωπος ἔχων τὸν κύριον ἐν τῇ καρδίᾳ αὐτοῦ . 4  οἱ δὲ ἐπὶ τοῖς χείλεσιν ἔχοντες τὸν κύριον , τὴν δὲ καρδίαν αὐτῶν πεπωρωμένην καὶ μακρὰν ὄντες ἀπὸ τοῦ κυρίου , ἐκείνοις αἱ ἐντολαὶ αὗται σκληραί εἰσι καὶ δύσβατοι . 5  θέσθε οὖν ὑμεῖς , οἱ κενοὶ καὶ ἐλαφροὶ ὄντες ἐν τῇ πίστει , τὸν κύριον ὑμῶν εἰς τὴν καρδίαν , καὶ γνώσεσθε , ὅτι οὐδέν ἐστιν εὐκοπώτερον τῶν ἐντολῶν τούτων οὔτε γλυκύτερον οὔτε ἡμερώτερον . 6  ἐπιστράφητε ὑμεῖς οἱ ταῖς ἐντολαῖς πορπορευόμενοι τοῦ διαβόλου , ταῖς δυσκόλοις καὶ πικραῖς καὶ ἀγρίαις καὶ ἀσελγέσι , καὶ μὴ φοβήθητε τὸν διάβολον , ὅτι ἐν αὐτῷ δύναμις οὐκ ἔστιν καθ᾿ ὑμῶν · 7  ἐγὼ γὰρ ἔσομαι μεθ᾿ ὑμῶν , ἄγγελος τῆς μετανοίας κατακυριεύων αὐτοῦ . διάβολος μόνον φόβον ἔχει , δὲ φόβος αὐτοῦ τόνον οὐκ ἔκει · μὴ φοβήθητε οὖν αὐτόν , καὶ φεύξεται Ἀφ᾿ ὑμῶν .




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era