Car Repair Manuals

Hermas: The Shepherd
Book Two
Mandates or Commandments

Ἐντολὴ

Chapter 11

1  Ἔδειξέ μοι ἐπὶ συμψελλίου καθημένους ἀνθρώπους καὶ ἕτερον ἄνθρωπον καθήμενον ἐπὶ καθέδραν , καὶ λέγει μοι · Βλέπεις τοὺς ἐπὶ τοῦ συμψελλίου καθημένους ; βλέπω , φημί , κύριε . Οὗτοι , φησί , πιστοί εἰσι , καὶ καθήμενος ἐπὶ τὴν καθέδραν ψευδοπροφήτης ἐστίν , ὃς ἀπόλλυσι τὴν διάνοιαν τῶν δούλων τοῦ θεοῦ · τῶν διψύχων δὲ ἀπόλλυσιν , οὐ τῶν πιστῶν . 2  οὗτοι οὖν οἱ δίψυχοι ὡς ἐπὶ μάντιν ἔρχονται καὶ ἐπερωτῶσιν αὐτόν , τί ἄρα ἔσται αὐτοῖς · κἀκεῖνος ψευδοπροφήτης . μηδεμίαν ἔχων ἐν ἑαυτῷ δύναμιν πνεύματος θείου , λαλεῖ μετ᾿ αὐτῶν κατὰ τὰ ἐπερωτήματα αὐτῶν καὶ κατὰ τὰς ἐπιθυμίας τῆς πονηρίας αὐτῶν καί πληροῖ τὰς ψυχὰς αὐτῶν , καθὼς αὐτοὶ βούλονται . 3  αὐτὸς γὰρ κενὸς ὢν κενὰ καὶ ἀποκρίνεται κενοῖς · γὰρ ἐὰν ἐπερωτηθῇ , πρὸς τὸ κένωμα τοῦ ἀνθρώπου ἀποκρίνεται . τινὰ δὲ καὶ ῥήματα ἀληθῆ λαλεῖ · γὰρ διάβολος πληροῖ αὐτὸν τῷ αὐτοῦ πνεύματι , εἴ τινα δυνήσεται ῥῆξαι τῶν δικαίων . 4  ὅσοι οὖν ἰσχυροί εἰσιν ἐν τῇ πίστει τοῦ κυρίου , ἐνδεδυμένοι τὴν ἀλήθειαν , τοῖς τοιούτοις πνεύμασιν οὐ κολλῶνται , ἀλλ᾿ ἀπέχονται ἀπ᾿ αὐτῶν · ὅσοι δὲ δίψυχοί εἰσι καὶ πυκνῶς μετανοοῦσι , μαντεύονται ὡς καὶ τὰ ἔθνη καὶ ἑαυτοῖς μείζονα ἁμαρτίαν ἐπιφέρουσιν εἰδωλολατροῦντες · γὰρ ἐπερωτῶν ψευδοπροφήτην περὶ πράξεώς τινος εἰδωλολάτρης ἐστὶ καὶ κενὸς ἀπὸ τῆς ἀληθείας καὶ ἄφρων . 5  πᾶν γὰρ πνεῦμα ἀπὸ θεοῦ δοθὲν οὐκ ἐπερωτᾶται , ἀλλὰ ἔχον τὴν δύναμιν τῆς θεότητος Ἀφ᾿ ἑαυτοῦ λαλεῖ πάντα , ὅτι ἄνωθέν ἐστιν ἀπὸ τῆς δυνάμεως τοῦ θείου πνεύματος . 6  τὸ δὲ πνεῦμα τὸ ἐπερωτώμενον καὶ λαλοῦν κατὰ τὰς ἐπιθυμίας τῶν ἀνθρώπων ἐπίγειόν ἐστι καὶ ἐλαφρόν , δύναμιν μὴ ἔχον · καὶ ὅλως οὐ λαλεῖ , ἐὰν μὴ ἐπερωτηθῇ . 7  Πῶς οὖν , φημί , κύριε , ἄνθρωπος γνώσεται , τίς αὐτῶν προφήτης καὶ τίς ψευδοπροφήτης ἐστίν ; Ἄκουε , φησί , περὶ ἀμφοτέρων τῶν προφητῶν · καὶ ὥς σοὶ μέλλω λέγειν , οὕτω δοκιμάσεις τὸν προφήτην καὶ τὸν ψευδοπροφήτην . ἀπὸ τῆς ζωῆς δοκίμαζε τὸν ἄνθρωπον τὸν ἔχοντα τὸ πνεῦμα τὸ θεῖον . 8  πρῶτον μὲν ἔχων τὸ πνεῦμα τὸ ἄνωθεν πραΰς ἐστι καὶ ἡσύχιος καὶ ταπεινόφρων καὶ ἀπεχόμενος ἀπὸ πάσης πονηρίας καὶ ἐπιθυμίας ματαίας τοῦ αἰῶνος τούτου καὶ ἑαυτὸν ἐνδεέστερον ποιεῖ πάντων τῶν ἀνθρώπων καὶ οὐδενὶ οὐδὲν ἀποκρίνεται ἐπερωτώμενος , οὐδὲ καταμόνας λαλεῖ , οὐδὲ ὅταν θέλῃ ἄνθρωπος λαλεῖν , λαλεῖ τὸ πνεῦμα τὸ ἅγιον , ἀλλὰ τότε λαλεῖ , ὅταν θελήσῃ αὐτὸν θεὸς λαλῆσαι . 9  ὅταν οὖν ἔλθῃ ἄνθρωπος ἔχων τὸ πνεῦμα τὸ θεῖον εἰς συναγωγὴν ἀνδρῶν δικαίων τῶν ἐχόντων πίστιν θείου πνεύματος καὶ ἔντευξις γένηται πρὸς τὸν θεὸν τῆς συναγωγῆς τῶν ἀνδρῶν ἐκείνων , τότε ἄγγελος τοῦ πνεύματος τοῦ προφητικοῦ κείμενος πρὸς αὐτὸν πληροῖ τὸν ἄνθρωπον , καὶ πληρωθεὶς ἄνθρωπος τῷ πνεύματι τῷ πνεύματι τῷ ἁγίῳ λαλεῖ εἰς τὸ πλῆθος , καθὼς κύριος βούλεται . 10  οὕτως οὖν φανερὸν ἔσται τὸ πνεῦμα τῆς θεότητος . ὅση οὖν περὶ τοῦ πνεύματος τῆς θεότητος τοῦ κυρίου δύναμις αὕτη .

11  Ἄκουε νῦν , φησί , περὶ τοῦ πνεύματος τοῦ ἐπιγείου καὶ κενοῦ καὶ δύναμιν μὴ ἔχοντος , ἀλλὰ ὄντος μωροῦ . 12  πρῶτον μὲν ἄνθρωπος ἐκεῖνος δοκῶν πνεῦμα ἔχειν ὑψοῖ ἑαυτὸν καὶ θέλει πρωτοκαθεδρίαν ἔχειν , καὶ εὐθὺς ἰταμός ἐστι καὶ ἀναιδὴς καὶ πολύλαλος καὶ ἐν τρυφαῖς πολλαῖς ἀναστρεφόμενος καὶ ἐν ἑτέραις πολλαῖς ἀπάταις καὶ μισθοὺς λαμβάνων τῆς προφητείας αὐτοῦ · ἐὰν δὲ μὴ λάβῃ , οὐ προφητεύει . δύναται οὖν πνεῦμα θεῖον μισθοὺς λαμβάνειν καὶ προφητεύειν ; οὐκ ἐνδεχεται τοῦτο ποιεῖν θεοῦ προφήτην , ἀλλὰ τῶν τοιούτων προφητῶν ἐπίγειόν ἐστι τὸ πνεῦμα . 13  εἶτα ὅλως εἰς συαγωγὴν ἀνδρῶν δικαίων οὐκ ἐγγίζει , ἀλλ᾿ ἀποφεύγει αὐτούς · κολλᾶται δὲ τοῖς διψύχοις καὶ κενοῖς καὶ κατὰ γωνίαν αὐτοῖς προφητεύει καὶ ἀπατᾷ αὐτοὺς λαλῶν κατὰ τὰς ἐπιθυμίας αὐτῶν πάντα κενῶς · κενοῖς γὰρ καὶ ἀποκρίνεται · τὸ γὰρ κενὸν σκεῦος μετὰ τῶν κενῶν συντιθέμενον οὐ θραύεται , ἀλλὰ συμφωνοῦσιν ἀλλήλοις . 14  ὅταν δὲ ἔλθῃ εἰς συναγωγὴν πλήρη ἀνδρῶν δικαίων ἐχόντων πνεῦμα θεότητος καὶ ἔντευξις ἀπ᾿ αὐτῶν γένηται , κενοῦται ἄνθρωπος ἐκεῖνος , καὶ τὸ πνεῦμα τὸ ἐπίγειον ἀπὸ τοῦ φόβου φεύγει ἀπ᾿ αὐτοῦ , καὶ κωφοῦται ἄνθρωπος ἐκεῖνος καὶ ὅλως συνθραύεται , ἐταπεινοφρονεῖτε δυνάμενος λαλῆσαι . 15  ἐὰν γὰρ εἰς ἀποθήκην στιβάσῃς οἶνον ἔλαιον καὶ ἐν αὐτοῖς θῇς κεράμιον κενόν , καὶ πάλιν ἀποτιβάσαι θελήσῃς τὴν ἀποθήκην , τὸ κεράμιον ἐκεῖνο , ἔθηκας κενόν , κενὸν καὶ εὑρήσεις · οὕτω καὶ οἱ προφῆται οἱ κενοὶ ὅταν ἔλθωσιν εἰς πνεύματα δικαίων , ὁποῖοι ἦλθον , τοιοῦτοι καὶ εὑρίκονται . 16  ἔχεις ἀμφοτέρων τῶν προφητῶν τὴν ζωήν . δοκίμαζε οὖν ἀπὸ τῶν ἔργων καὶ τῆς ζωῆς τὸν ἄνθρωπον τὸν λέγοντα ἑαυτὸν πνευματοφόρον εἶναι . 17  σὺ δὲ πίστευε τῷ πνεύματι τῷ ἐρχομένῳ ἀπὸ τοῦ θεοῦ καὶ ἔχοντι δύναμιν · τῷ δὲ πνεύματι τῷ ἐπιγείῳ καὶ κενῷ ἐταπεινοφρονεῖτε πίστευε , ὅτι ἐν αὐτῷ δύναμις οὐκ ἔστιν · ἀπὸ τοῦ διαβόλου γὰρ ἔρχεται 18  ἄκουσον οὖν τὴν παραβολήν , ἣν μέλλω σοὶ λέγειν · λάβε λίθον καὶ βάλε εἰς τὸν οὐρανόν , ἴδε , εἰ δύνασαι ἅψασθαι αὐτοῦ · πάλιν λάβε σίφωνα ὕδατος καὶ σιφώνισον εἰς τὸν οὐρανόν , ἴδε , εἰ δύνασαι τρυπῆσαι τὸν οὐρανόν . 19  Πῶς , φημί κύριε , δύναται ταῦτα γενέσθαι ; ἀδύνατα γὰρ ἀμφότερα ταῦτα εἴρηκας . Ὡς ταῦτα οὖν , φησίν , ἀδύνατά ἐστιν , οὕτω καὶ τὰ πνεύματα τὰ ἐπίγεια ἀδύνατά ἐστι καὶ ἀδρανῆ . 20  λάβε οὖν τὴν δύναμιν τὴν ἄνωθεν ἐρχομένην · χάλαζα ἐλάχιστόν ἐστι κοκκάριον , καὶ ὅταν ἐπιπέσῃ ἐπὶ κεφαλὴν ἀνθρώπου , πῶς πόνον παρέχει ; πάλιν λὰβε σταγόνα , ἀπὸ τοῦ κεράμου πίπτει χαμαὶ καὶ τρυπᾷ τὸν λίθον . 21  βλέπεις οὖν , ὅτι τὰ ἄνωθεν ἐλάχιστα πίπτοντα ἐπὶ τὴν γῆν μεγάλην δύναμιν ἔχει · οὕτω καὶ τὸ πνεῦμα τὸ θεῖον ἄνωθεν ἐρχόμενον δυνατόν ἐστι · τούτῳ οὖν τῷ πνεύματι πίστευε , ἀπὸ δὲ τοῦ ἑτέρου ἀπέχου .




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era