Car Repair Manuals

Epistle to Diognetus

επιστολη προς διογνητον

Chapter 10

1  Ταύτην καὶ σὺ τὴν πίστιν ἐὰν ποθήσῃς , καὶ λάβῃς πρῶτον μὲν ἐπίγνωσιν πατρός . 2  γὰρ θεὸς τοὺς ἀνθρώπους ἠγάπησε , δι᾿ οὓς ἐποίησε τὸν κόσμον , οἷς ὑπέταξε πάντα τὰ ἐν τῇ γῇ , οἷς λόγον ἔδωκεν , οἷς νοῦν , οἷς μόνοις ἄνω πρὸς αὐτὸν ὁρᾶν ἐπέτρεψεν , οὓς ἐκ τῆς ἰδίας εἰκόνος ἔπλασε , πρὸς οὓς ἀπέστειλε τὸν υἱὸν αὐτοῦ τὸν μονογενῆ , οἷς τὴν ἐν οὐρανῷ βασιλείαν ἐπηγγείλατο , καὶ δώσει τοῖς ἀγαπήσασιν αὐτόν . 3  ἐπιγνοὺς δὲ τίνος οἴει πληρωθήσεσθαι χαρᾶς ; πῶς ἀγαπήσεις τὸν οὕτως προαγαπήσαντά σὲ ; 4  ἀγαπήσας δὲ μιμητὴς ἔσῃ αὐτοῦ τῆς χρηστότητος . καὶ μὴ θαυμάσῃς , εἰ δύναται μιμητὴς ἄνθρωπος γενέσθαι θεοῦ δύναται θέλοντος αὐτοῦ . 5  οὐ γὰρ τὸ καταδυναστεύειν τῶν πλησίον οὐδὲ τὸ πλέον ἔχειν βούλεσθαι τῶν ἀσθενεστέρων οὐδὲ τὸ πλουτεῖν καὶ βιάζεσθαι τοὺς ὑποδεεστέρους εὐδαιμονεῖν ἐστιν , οὐδὲ ἐν τούτοις δύναταί τις μιμήσασθαι θεόν , ἀλλὰ ταῦτα ἐκτὸς τῆς ἐκείνου μεγαλειότητος . 6  ἀλλ᾿ ὅστις τὸ τοῦ πλησίον ἀναδέχεται βάρος , ὃς ἐν κρείσσων ἐστὶν ἕτερον τὸν ἐλαττούμενον εὐεργετεῖν ἐθέλει , ὃς παρὰ τοῦ θεοῦ λαβὼν ἔχει , ταῦτα τοῖς ἐπιδεομένοις χορηγῶν θεὸς γίνεται τῶν λαμβανόντων , οὗτος μιμητής ἐστι θεοῦ . 7  τότε θεάσῃ τυγχάνων ἐπὶ γῆς , ὅτι θεὸς ἐν οὐρανοῖς πολιτεύεται , τότε μυστήρια θεοῦ λαλεῖν ἄρξῃ , τότε τοὺς κολαζομένους ἐπὶ τῷ μὴ θέλειν ἀρνήσασθαι θεὸν καὶ ἀγαπήσεις καὶ θαυμάσεις · τότε τῆς ἀπάτης τοῦ κόσμου καὶ τῆς πλάνης καταγνώσῃ , ὅταν τὸ ἀληθῶς ἐν οὐρανῷ ζῆν ἐπιγνῷς , ὅταν τοῦ δοκοῦντος ἐνθάδε θανάτου καταφρονήσῃς , ὅταν τὸν ὄντως θάνατον φοβηθῇς , ὃς φυλάσσεται τοῖς κατακριθησομένοις εἰς τὸ πῦρ τὸ αἰώνιον , τοὺς παραδοθέντας αὐτῷ μέχρι τέλους κολάσει . 8  τότε τοὺς ὑπομένοντας ὑπὲρ δικαιοσύνης θαυμάσεις τὸ πῦρ τὸ πρόσκαιρον καὶ μακαρίσεις , ὅταν ἐκεῖνο τὸ πῦρ ἐπιγνῷς .




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era