Car Repair Manuals

Epistle to Diognetus

επιστολη προς διογνητον

Chapter 8

1  Τίς γὰρ ὅλως ἀνθρώπων ἠπίστατο , τί ποτ᾿ ἐστὶ θεὸς πρὶν αὐτὸν ἐλθεῖν ; 2  τοὺς κενοὺς καὶ ληρώδεις ἐκείνων λόγους ἀποδέχῃ τῶν ἀξιοπίστων φιλοσόφων , ὧν οἱ μέν τινες πῦρ ἔφασαν εἶναι τὸν θεὸν ( οὗ μέλλουσι χωρήσειν αὐτοί , τοῦτο καλοῦσι θεόν ) , οἱ δὲ ὕδωρ , οἱ δ᾿ ἄλλο τι τῶν στοιχείων τῶν ἐκτισμένων ὑπὸ θεοῦ ; 3  καίτοι γε , εἴ τις τούτων τῶν λόγων ἀποδεκτός ἐστι , δύανιτ᾿ ἄν καὶ τῶν λοιπῶν κτισμάτων ἓν ἕκαστον ὁμοίως ἀποφαίνεσθαι θεόν . 4  ἀλλὰ ταῦτα μὲν τερατεία καὶ πλάνη τῶν γοήτων ἐστίν · 5  ἀνθρώπων δὲ οὐδεὶς οὔτε εἶδεν οὔτε ἐγνώρισεν , αὐτὸς δὲ ἑαυτὸν ἐπέδειξεν . 6  ἐπέδειξε δὲ διὰ πίστεως , μόνῃ θεὸν ἰδεῖν συγκεχώρηται . 7  γὰρ δεσπότης καὶ δημιουργὸς τῶν ὅλων θεός , ποιήσας τὰ πάντα καὶ κατὰ τάξιν διακρίνας , οὐ μόνον φιλάνθρωπος ἐγένετο , ἀλλὰ καὶ μακρόθυμος . 8  ἀλλ᾿ οὗτος ἦν μὲν ἀεὶ τοιοῦτος καὶ ἔστι καὶ ἔσται , χρηστὸς καὶ ἀγαθὸς καὶ ἀόργητος καὶ ἀληθής , καὶ μόνος ἀγαθός ἐστιν · 9  ἐννοήσας δὲ μεγάλην καὶ ἄφραστον ἔννοιαν ἀνεκοινώσατο μόνῳ τῷ παιδί . 10  ἐν ὅσῳ μὲν οὖν κατεῖχεν ἐν μυστηρίῳ καὶ διετήρει τὴν σοφὴν αὐτοῦ βουλήν , ἀμελεῖν ἡμῶν καὶ ἀφροντιστεῖν ἐδόκει · 11  ἐπεὶ δὲ ἀπεκάλυψε διὰ τοῦ ἀγαπητοῦ παιδὸς καὶ ἐφανέρωσε τὰ ἐξ ἀρχῆς ἡτοιμασμένα , πάνθ᾿ ἅμα παρέσχεν ἡμῖν καὶ μετασχεῖν τῶν εὐεργεσιῶν αὐτοῦ καὶ ἰδεῖν καὶ νοῆσαι , τίς ἄν πώποτε προσεδόκησεν ἡμῶν ;




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era