Car Repair Manuals

Tobit (Alexandrus Codex & Vaticanus Codex)

Τωβὶτ (Ἀλεξανδρινὸς Κῶδιξ, Βατικανὸς Κῶδιξ)

Chapter 9

1  καὶ ἐκάλεσεν Τωβίας τὸν Ῥαφαὴλ καὶ εἶπεν αὐτῷ 2  Ἀζαρία ἄδελφε λαβὲ μετὰ σεαυτοῦ παῖδα καὶ δύο καμήλους καὶ πορπορεύθητι ἐν Ῥ;άγοις τῆς Μηδίας παρὰ Γαβαηλ καὶ κόμισαί μοι τὸ ἀργύριον καὶ αὐτὸν ἄγε εἰς τὸν γάμον 3  διότι ὀμώμοκεν Ῥαγουὴλ μὴ ἐξελθεῖν με 4  καὶ πατήρ μου ἀριθμεῖ τὰς ἡμέρας καὶ ἐὰν χρονίσω μέγα ὀδυνηθήσεται λίαν 5  καὶ ἐπορεύθη Ῥαφαὴλ καὶ ηὐλίσθη παρὰ Γαβαήλῳ καὶ ἔδωκεν αὐτῷ τὸ χειρόγραφον ὃς δὲ προήνεγκεν τὰ θυλάκια ἐν ταῖς σφραγῖσιν καὶ ἔδωκεν αὐτῷ 6  καὶ ὤρθρευσαν κοινῶς καὶ ἤλθοσαν εἰς τὸν γάμον καὶ εὐλόγησεν Τωβίας τὴν γυναῖκα αὐτοῦ




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era