Car Repair Manuals

Tobit (Alexandrus Codex & Vaticanus Codex)

Τωβὶτ (Ἀλεξανδρινὸς Κῶδιξ, Βατικανὸς Κῶδιξ)

Chapter 8

1  ὅτε δὲ συνετέλεσαν δειπνοῦντες εἰσήγαγον Τωβίαν πρὸς αὐτήν 2  δὲ πορευόμενος ἐμνήσθη τῶν λόγων Ῥαφαὴλ καὶ ἔλαβεν τὴν τέφραν τῶν θυμιαμάτων καὶ ἐπέθηκεν τὴν καρδίαν τοῦ ἰχθύος καὶ τὸ ἧπαρ καὶ ἐκάπνισεν 3  ὅτε δὲ ὠσφράνθη τὸ δαιμόνιον τῆς ὀσμῆς ἔφυγεν εἰς τὰ ἀνώτατα Αἰγύπτου καὶ ἔδησεν αὐτὸ ἄγγελος 4  ὡς δὲ συνεκλείσθησαν ἀμφότεροι ἀνέστη Τωβίας ἀπὸ τῆς κλίνης καὶ εἶπεν ἀνάστηθι ἀδελφή καὶ προσευξώμεθα ἵνα ἡμᾶς ἐλεήσῃ κύριος 5  καὶ ἤρξατο Τωβίας λέγειν εὐλογητὸς εἶ θεὸς τῶν πατέρων ἡμῶν καὶ εὐλογητὸν τὸ ὄνομά σου τὸ ἅγιον καὶ ἔνδοξον εἰς τοὺς αἰῶνας εὐλογησάτωσάν σὲ οἱ οὐρανοὶ καὶ πᾶσαι αἱ κτίσεις σου 6  σὺ ἐποίησας Ἀδὰμ καὶ ἔδωκας αὐτῷ βοηθὸν Εὔαν στήριγμα τὴν γυναῖκα αὐτοῦ ἐκ τούτων ἐγενήθη τὸ ἀνθρώπων σπέρμα σὺ εἶπας οὐ καλὸν εἶναι τὸν ἄνθρωπον μόνον ποιήσωμεν αὐτῷ βοηθὸν ὅμοιον αὐτῷ 7  καὶ νῦν κύριε οὐ διὰ πορνείαν ἐγὼ λαμβάνω τὴν ἀδελφήν μου ταύτην ἀλλ᾿ ἐπ᾿ ἀληθείας ἐπίταξον ἐλεῆσαί με καὶ ταύτῃ συγκαταγηρᾶσαι 8  καὶ εἶπεν μετ᾿ αὐτοῦ ἀμήν 9  καὶ ἐκοιμήθησαν ἀμφότεροι τὴν νύκτα 10  καὶ ἀναστὰς Ῥαγουὴλ ἐπορεύθη καὶ ὤρυξεν τάφον λέγων μὴ καὶ οὗτος ἀποθάνῃ 11  καὶ ἦλθεν Ῥαγουὴλ εἰς τὴν οἰκίαν ἑαυτοῦ 12  καὶ εἶπεν Ἐδνὰ τῇ γυναικὶ αὐτοῦ ἀπόστειλον μίαν τῶν παιδισκῶν καὶ ἰδέτωσαν εἰ ζῇ εἰ δὲ μή ἵνα θάψωμεν αὐτὸν καὶ μηδεὶς γνῷ 13  καὶ εἰσῆλθεν παιδίσκη ἀνοίξασα τὴν θύραν καὶ εὗρεν τοὺς δύο καθεύδοντας 14  καὶ ἐξελθοῦσα ἀπήγγειλεν αὐτοῖς ὅτι ζῇ 15  καὶ εὐλόγησεν Ῥαγουὴλ τὸν θεὸν λέγων εὐλογητὸς εἶ σύ θεός ἐν πάσῃ εὐλογίᾳ καθαρᾷ καὶ ἁγίᾳ καὶ εὐλογείτωσάν σὲ οἱ ἅγιοί σου καὶ πᾶσαι αἱ κτίσεις σου καὶ πάντες οἱ ἄγγελοί σου καὶ οἱ ἐκλεκτοί σου εὐλογείτωσάν σὲ εἰς πάντας τοὺς αἰῶνας 16  εὐλογητὸς εἶ ὅτι ηὔφρανάς με καὶ οὐκ ἐγένετό μοι καθὼς ὑπενόουν ἀλλὰ κατὰ τὸ πολὺ ἔλεός σου ἐποίησας μεθ᾿ ἡμῶν 17  εὐλογητὸς εἶ ὅτι ἠλέησας δύο μονογενεῖς ποίησον αὐτοῖς δέσποτα ἔλεος συντέλεσον τὴν ζωὴν αὐτῶν ἐν ὑγιείᾳ μετὰ εὐφροσύνης καὶ ἐλέους 18  ἐκέλευσεν δὲ τοῖς οἰκέταις χῶσαι τὸν τάφον 19  καὶ ἐποίησεν αὐτοῖς γάμον ἡμερῶν δέκα τεσσάρων 20  καὶ εἶπεν αὐτῷ Ῥαγουὴλ πρὶν συντελεσθῆναι τὰς ἡμέρας τοῦ γάμου ἐνόρκως μὴ ἐξελθεῖν αὐτόν ἐὰν μὴ πληρωθῶσιν αἱ δέκα τέσσαρες ἡμέραι τοῦ γάμου 21  καὶ τότε λαβόντα τὸ ἥμισυ τῶν ὑπαρχόντων αὐτοῦ πορεύεσθαι μετὰ ὑγιείας πρὸς τὸν πατέρα καὶ τὰ λοιπά ὅταν ἀποθάνω καὶ γυνή μου




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era